Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

καὶ οὐ μέμνηνται οἱ ἀφροσύνην ἑαυτοῖς ἐπισπώμενοι ὡς Ἰωάννης μετὰ τὸ εἰπεῖν τὸν Λόγον σάρκα γεγενῆσθαι καὶ ἐσκηνωκέναι ἐν ἡμῖν τουτέστιν ἄνθρωπον γεγονέναι, καὶ <αὐτὸς> λέγει, ὅτι ἦλθε πρὸς τὸν Ἰωάννην τὸν βαπτιστὴν ἐν τῷ Ἰορδάνῃ καὶ ἐβαπτίσθη ὑπ᾿ αὐτοῦ·

αὐτὸς <γὰρ> Ἰωάννης μαρτυρεῖ λέγων τὸν βαπτιστὴν Ἰωάννην εἰρηκέναι »οὗτός ἐστι περὶ οὗ εἶπον ὑμῖν«,καὶ πάλιν ὅτι »τεθέαμαι τὸ πνεῦμα τὸ ἅγιον καταβαῖνον ἐν εἴδει περιστερᾶς καὶ μένον ἐπ᾿ αὐτόν«, καί »οὗτός ἐστιν ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου«.

ὁρᾷς ὅτι οὐδὲν κατὰ ἐπιλησμονὴν ὑφηγεῖται, παρέλειψε δὲ ὁ Ἰωάννης τὰ τῶ Ματθαίῳ πραγματευθέντα. οὐ γὰρ ἦν χρεία ἐκείνων οὐκέτι, ἀλλὰ τῆς τελείας φράσεως πρὸς ἀντίρρησιν τῶν νομιζόντων ἀπὸ Μαρίας καὶ δεῦρο Χριστὸν αὐτὸν καλεῖσθαι καὶ υἱὸν θεοῦ, καὶ εἶναι μὲν πρότερον ψιλὸν ἄνθρωπον, κατὰ προκοπὴν δὲ εἰληφέναι τὴν τοῦ υἱοῦ τοῦ θεοῦ προσηγορίαν.

διὸ τῶν ἀναγκαίων ἐπιμέλεται, (πάντων μὲν μεγάλων ὄντων καὶ ἀναγκαίων, περιττότερον δὲ τῶν ἐπουρανίων), ποιούμενος τὴν διήγησιν τῆς ἄνωθεν οἰκονομίας.

λέγουσι δὲ τὸ κατὰ Ἰωάννην εὐαγγέλιον ἀδιάθετον εἶναι, ἐπεὶ μὴ ταῦτα ἔφη, [*](4f vgl. Joh. 1, 14 — 5f vgl. Joh. 2, 1 — 11 Joh. 1, 30 — 12 Joh. 1, 33 — 13 Joh. 1, 29 — 23 zur Bedeutung von ἀδιάθετος = unkanonisch vgl. haer. 55,) [*](M U ) [*](1 κατέμενεν U 1f Ναζαρὲθ Μ 2 εἶτα] καὶ μετὰ τὴν Ναζαρὲτ U 4 ὅτι < Μ 5 καὶ ἐσκήνωσεν ἐν ἡμῖν < Μ, vgl. Z. 8 | τινὰ] ἄλλα U 7f τὸν λόγον σάρκα γενενῆσθαι—ἐσκηνωκέναι] ὁ λόγος σὰρξ ἐγένετο λέγει (!) καὶ ἐσκήνωσεν U 9 καὶ <αὐτὸς> λέγει ὅτι *] καὶ λέγει Μ καὶ ὅτι U 10 ὑπ᾿ αὐτοῦ < Μ | <γὰρ> * 10f αὐτὸς—οὗτός ἐστι] Ἰωάννου τοῦ εὐαγγελιστοῦ μαρτυροῦντος μετὰ τὴν πάλιν ἐπάνοδον ἀπὸ τοῦ πειρασμοῦ· ὡς τοῦ βαπτιστοῦ Ἰωάννου λέγοντος ὅτι οὗτος ἐστιν U 14 ὁρᾷς + καὶ U 14f λησμονὴν U 15 ὁ Ἰωάννης < U 15f πραγματευθέντα] εἰρημένα Μ 16 τελείας] θείας U 18 καὶ εἶναι μὲν πρότερον < U 19f εἰληφέναι—προσηγορίαν] ἡκέναι εἰς τὸ καλεῖσθαι υἱὸν θεοῦ U 20 ἐπιμελεῖται U | μὲν + οὖν U 21f ποιούμενος τῶν ἐπουρανίων U 22 τὴν διήγησιν—οἰκονομίας] τὴν ἄνωθεν οἰκονομίαν U 23 ἀδιάθετον εἶναι hinter ἔφη U | ἐπειδὴ U | ταῦτα] τὰ αὐτὰ U)

276
λέγω δὲ τὰ κατὰ τὸν πειρασμὸν τῶν τεσσαράκοντα ἡμερῶν, καὶ οὐκ ἀξιοῦσιν αὐτὸ δέχεσθαι, κατὰ πάντα πεπλανημένοι καὶ τυφλώττοντες τὴν διάνοιαν.