Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

19. Τέταρτος γὰρ τῶν εὐαγγελιστῶν κατὰ διαδοχὴν ἐλθὼν ὁ μακάριος Ἰωάννης, πρῶτος μὲν ὢν ἐν τῇ κλήσει μετὰ Πέτρον καὶ Ἀνδρένα σὺν Ἰακώβῳ τῷ ἀδελφῷ αὐτοῦ, τελευταῖος δὲ τοῖς χρόνοις εὐγγελιςάμενος, τὰ πρὸ αὐτοῦ καλῶς τεταγμένα οὐκ ἐμερίμνησεν ἐκθέσθαι, ἀλλὰ προλαμβάνει τῶν ῥηθέντων τὰ μὴ ῥηθέντα καὶ <οὕτως> διαλέγεται.

ὁ Ματθαῖος γὰρ ἄρχεται ἀπὸ Ἀβραάμ, μετὰ δὲ τὴν ἀρχὴν καὶ μετὰ δύο ἔτη τῆς γεννήσεως πάλιν ποιεῖται τὴν ὑφήγησιν. Μάρκος δὲ ἄρχεται ἀπὸ πεντεκαιδεκάτου ἔτους Τιβερίου Καίσαρος, <τὴν> μεςότητα τῶν μετὰ τὴν ἀρχὴν <οὐ> διηγούμενος. Λουκᾶς δὲ ἀρχὴν πρὸ τῆς ἀρχῆς ἐπήγαγε, τὴν περὶ τῆς Ἐλιςάβετ καὶ Μαρίας πρὸ τοῦ ἐγκύμονα<ς αὐτὰς> εἶναι γεγενημένην πραγματείαν.

Ἰωάννης δέ, ἔτι πρότερος μὲν ὢν τῇ κλήσει, ὕστερος δὲ τούτων [*](2, 1 κατὰ τὰς ῥητὰς γραφὰς καὶ ἐνδιαθέτους, dazu Jülicher, ThLZ 1889 S. 169 E. Schwartz (Abh. Gött. Ges. d. W. 1904 S. 32 1); anders (= ungeordnet) zahn Gesch. d. neut. Kanons II 2, 971 (aber „ungeordnet“ paßt schon nicht zu der Begründung, daß etwas untredrückt sei, und wäre nach dem ψεύδεται S. 275, 4 eine merkwürdige Abschwächung; auch die von Zahn RE3 II 307, 20 mit Berufung auf S. 274, 16 vorgeschlagene Änderung in ἀντίθετον ist unannehmbar: an unserer stelle müßte zu ἀντίθετον ein Dativ gefordert werden). Übrigens steht trotz des λέγουσι nicht fest, ob die Aloger selbst den Ausdruck ἀδιάθετον gebraucht haben; jedenfalls ist beachtenswert, daß auch die umschreibende wiederholung von S. 274, 22 in c. 21, 15; S. 281, 2ff dieses Stichwort nicht enthält) [*](M U) [*](1 λέγω δὲ—ἡμερῶν < U 1f καὶ οὐκ—δέχεσθαι] καὶ μηδὲ δέχεσθαι αὐτοὺς αὐτὸ U 2 αὐτὸ] αὐτὰ Μ | πεπλασμένοι Μ 4 τῶν εὐαγγελιστῶν < U 5 Ἰωάννης < U | ὢν] ὧν Μ 5f ἐν τῇ κλήσει—ἀδελφῷ αὐτοῦ < U 6 τελευταῖος δὲ τοῖς χρόνοις] ὕστερον δὲ τοῖς ἔτεσιν U 8f καὶ διαλέγεται < U 9 <oὕτως> * 10 δὲ < Μ | ποιεῖσθαι Μ 12 Καίσαρος < U | <τὴν> * | <οὐ> * | διηγούμενος < U 13 ἐπήνεγκε U 13f περὶ τῆς—πραγματείαν] πρὸ τῆς γεννήσεως ἐν τῇ συλλήψει τῆς γαστρὸς μαρίας καὶ τῆς ἐλιςάβετ γεγονυῖαν U 14 ἐγκύμονα<ς αὐτὰς> * 15 πρότερος Ausgg.] προτέρου Μ πρότερον U | μὲν ὢν τῇ κλήσει < U | δὲ τούων < U)

277
κηρύξας, ἐπασφαλίζεται τὴν πρὸ τῆς ἐνςάρκου παρουςίας πραγματείαν. πνευματικὰ γὰρ ἦν τὰ πλεπῖστα τὰ ὑπ᾿ αὐτοῦ λεγόμενα, τῶν σαρκικῶν ἤδη ἐπασφαλισθέντων.

διὸ πνευματικῶς τὴν ὑφήγησιν ποιεῖται τῆς ἄνωθεν ἀπὸ πατρὸς ἀνάρχου δωρεᾶς ἡμῖν ἐλθούσης, κατὰ εὐδοκίαν <δὲ> πατρὸς ἐν τῇ μήτρᾳ τῆς ἁγίας παρθένου οἰκονομηθείσης.

καὶ τὸ ἀναγκαίως δὲ ζητούμενον οὐκ ἀπεσιώπησεν, ἀλλὰ πνεύματι ἁγίῳ κινούμενος τὸν πρὸ τῶν αἰώνων <εἰσ>άγει ὄντα θεὸν Λόγον, ἀνάρχως καὶ ἀχρόνως ἐκ πατρὸς γεγεννημένον, ἐν σαρκὶ δὲ ἐληλυθότα δι᾿ ἡμᾶς ἐδήλωσεν, ἵνα ἀπὸ τεσςάρων εὐαγγελιστῶν τὴν πᾶσαν γνῶσιν κατά τε τὴν σάρκα καὶ κατὰ τὴν θεότητα ἀκριβῶς κατάσχωμεν.