Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ἑξῆς λοιπὸν μετὰ τὸ ἐλθεῖν αὐτὸν εἰς Καφαρναοὺμ καὶ ἀνελθεῖν λάλιν εἰς Ναζαρὲτ κἀκεῖθεν πάλιν εἰς Καφαρναοὺμ καὶ ποιῆσαι μέρος τι τῶν σημείων, ἀνῆλθεν πάλιν εἰς Ναζαρὲτ καὶ ἀνέγνω τὸ βιβλίον Ἠσαΐου τοῦ προφήτου, ὅπου λέγει »πνεῦμα κυρίου ἐπ᾿ ἐμέ, οὗ εἵνεκεν ἔχριςέν με εὐαγγελίσασθαι πτωχοῖς« καὶ τὰ ἑξῆς. ἦν δὲ μετὰ τὴν ἡμέραν τῶν Ἐπιφανείων τοῦτο γινόμενον μετὰ ἡμέρας τινάς.

καὶ μετὰ τὸ παραδοθῆναι τὸν Ἰωάννην κατελθὼν πάλιν εἰς Καφαρναοὺμ λοιπὸν κατῴκησεν, ὅτε ἡ τελεία κλῆσις τῶν περὶ Πέτρον καὶ Ἰωάννην γεγένηται, ἐλθόντος αὐτοῦ παρὰ τὴν λίμνην Γεννησαρέθ. καὶ οὕτως ἡ πᾶσα ἀκολουθία ἀναλογῖται, οὐδενὸς ἀντιθέτου ὑπάρχοντος, ἀλλὰ πάσης τῆς τῶν εὐαγγελίων πραγματείας τηλαυγεστάτης οὔσης καὶ ἐν ἀληθείᾳ κεκηρυγμένης.

Τί οὖν ἔδοξε τούτοις <τοῖς> τὸν ἴδιον νοῦν ἀπατήσασι καὶ τὴν αἵρεσιν δικαίως γὰρ ἄλογον τὴν αὐτῶν αἵρεσιν κακλήκαμεν διὰ τὸ μὴ δέχεσθαι αὐτοὺ τὸν ἄνωθεν ἐλθόντα θεὸν Λόγον τὸν διὰ Ἰωάννουκεκηρυγμένον.

μὴ νοοῦντες γὰρ τὴν δύναμιν τῶν εὐαγγελίων φαςί· πῶς οἱ ἄλλοι εὐαγγελισταὶ εἰρήκασιν ὅτι φυγὰς ᾤχετο ἀπὸ προσώπου Ἡρῴδου [*](8f vgl. Luk. 4, 16ff — 12 vgl. Matth. 4, 12 — 22ff vgl. unten e. 21, 15; S. 281, 2ff beachte auch Origenes in Joh. X, 3; S. 172, 23ff Preuschen λεγέτωσαν γὰρ ἡμῖν οἱ παραδεχόμενοι τὰ τέσσαρα εὐαγγέλια καὶ τὴν δοκοῦσαν διαφωνίαν οἰόμενοι μὴ λύεσθαι διὰ τῆς ἀναγωγῆς, πρὸς ταῖς προειρημέναις ἡμῖν ἐπαπορήσεσιν περὶ τῶν τεσσεράκοντα τοῦ πειρασμοῦ ἡμερῶν οὐδαμῶς δυναμένων χώραν ἔχειν παρὰ τῷ Ἰωάννῃ, πότε γέγονεν ἐν τῇ Καφαρναοὺμ ὁ κύριος; — 23ff vgl. Matth. 2, 13ff) [*](M U ) [*](1 παρ᾿ αὐτῷ hinter μεινάντων *] hinter αὐτῶν MU 2 δευτέρᾳ + <τε>?* 3 [καὶ] * 2 οὔτε alle drei Mal M 4f ἀλλὰ τῶν—συνιέναι < U 6 λοιπὸν < U 7 Ναζαρὲθ Μ 8 σημείων + τοῦ τὴν ζηρὰν χεῖρα ἔχοντος καὶ τῆς πενθερᾶς Πέτρου τὴν ἴασιν U | ἀναγνῶναι U 9—12 τοῦ προφήτου—τὸν Ἰωάννην < U 9 ὅπου *] ὅθεν Μ 12 κατελθεῖν U 13 λοιπὸν κατῴκησεν < U | ὅτε + τότε U 14f ἐλθόντος—Γεννησαρὲθ < U 15 γενησαρὲθ Μ 16 τῶν εὐαγγελίων < U 16f πραγματείας] ἀληθείας U 18—22 τίοὖν— δύναμιν τῶν εὐαγγελίων < U 18 <τοπῖς> * 22 πῶς] γὰρ οὕτως U)

275
ὁ Ἰησοῦς εἰς Αἴγυπτον καὶ μετὰ τὴν φυγὴν ἐλθὼν κατέμεινεν εἰς Ναζαρέτ, εἶτα λαβὼν τὸ βάπτισμα ἀπῆλθεν εἰς τὴν ἔρημον καὶ μετὰ τοῦτα ἀνέκαμψε καὶ μετὰ τὸ ἀνακάμψαι ἤρξατο κηρύττειν.

18. τὸ δὲ εὐαγγέλιον τὸ εἰς ὄνομα Ἰωάννου, φαςί, ψεύδεται· μετὰ γὰρ τὸ εἰπεῖν ὅτι ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν καὶ ὀλίγα τινά, εὐθὺς λέγει ὅτι γάμος ἐγένετο ἐν Κανᾷ τῆς Γαλιλαίας.