Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

καὶ πάλιν τοῖς ἄλλοις εὐαγγελισταῖς περὶ τῶν ἄλλων οὐ πεφρόντισται, διὰ τὸ ἕκαστον ἀφ᾿ ἑκάστου βοηθείσθαι. καὶ γὰρ παρὰ πάντων συλλεγομένη ἡ ἀλήθεια δείκνυται μία τις οὖσα καὶ πρὸς ἑαυτὴν μὴ στασιάζουσα.

ἐκεῖθεν γὰρ εὐθὺς ἀπὸ τοῦ πειρασμοῦ, ὡς ἔφην, εἰς τὴν Ναξαρὲτ ἔρχεται καὶ μένει ἐκεῖ, οὔπω τινὸς μαθητοῦ μετ᾿ αὐτοῦ ὄντος. κἀκεῖθεν κατέρχεται πρὸς τὸν Ἰωάννην, ὅτε εὐθὺς διὰ τοῦ Ἀνδρέου καλεῖται ὁ Πέτρος, εἶτα Φίλιππος καὶ διὰ Φιλίππου Ναθαναήλ.

μηδεὶς δὲ καὶ τοῦτο ἀμφιβάλλων περιεργαζέσθω, ὁρῶν ὅτι Ἀνδρέας πρῶτος ὑπήντησε τῷ Ἰησοῦ, ἔπειτα Πέτρος καὶ δι᾿ αὐτοῦ ἐκλήθη, ἵνα ἄρξηται καὶ περὶ τούτου ἀσχάλλειν.

ἡ μὲν γὰρ συνάντησις τῷ Ἀνδρέᾳ πρώτῳ γεγένηται, μικροτέρῳ ὄντι τοῦ Πέτρου τῷ χρόνῳ τῆς ἡλικίας· ὕστερον δὲ πάλιν, ὅτε ἡ τελεία αὐτοῖς ἀπόταξις γεγένηται, ἀπὸ τοῦ Πέτρου γέγονεν. ἀφηγεῖτο γὰρ τοῦ ἰδίου ἀδελφοῦ καὶ ᾔδει ὁ κύριος τοῦτο, ὅτι θεός ἐστιν εἰδὼς τὰς κλίσεις τῶν καρδιῶν καὶ γινώσκων τίς ἐν πρώτοις ἔξιος τάττεσθαι, καὶ ἐξελέξατο τὸν Πέτρον ἀρχηγὸν εἶναι τῶν αὐτοῦ μαθητῶν, ὡς πανταχοῦ σαφῶς ἀποδέδεικται.

μετέπειτα γὰρ [*](18f vgl. c. 16,3; S. 271, 4f) [*](M U) [*](6 τολμόντων M 16 ἀφ᾿] ἀπὸ M 17 γὰρ < U | παρὰ] ἀπὸ? * 19 Ναζαρὲθ M 20 ὄντως M | τὸν < U 22 vor Ναθαναὴλ + ὁ U 23 ὑπήντησε] παρῆς τότε M 24 ἵνα *] καὶ MU 25 πρώτη U | γέγεννηται M 26 μικροτέρου ὄντος U | δὲ *] γὰρ MU 27 αὐτοῖς < M | τοῦ < M | γεγένηται U 28 ἀφηγεῖτο γὰρ] ἐπειδὴ γὰρ καὶ αὐτὸς ἀφηγεῖτο U | ᾔδει ὁ κύριος *] ἔτι δὲ κατὰ U ὅτι δὲ κατὰ M 29 κλίσεις Pet.] κλήσεις M U 31 πανταχοῦ] πάντη U)

274
ἐλθόντων αὐτῶν καὶ μεινάντων παρ᾿ αὐτῷ τὴν πρώτην ἡμέραν ὡς ἔφην, τῇ δευτέρᾳ ὁδευσάντων, τῇ τρίτῃ δὲ ἡμέρᾳ τοῦ θεοσημείου τοῦ πρώτου γενομένου, [καὶ] τινῶν συνόντων αὐτῷ (οὐ τοῦ Ἀνδρέου οὐδὲ τοῦ Πέτρου οὐδὲ τοῦ Ἰωάννου οὐδὲ τοῦ Ἰακώβου, ἀλλὰ τῶν περὶ Ναθαναὴλ καὶ Φίλιππον καὶ ἄλλων τινῶν, ὡς ἔστι συνιέναι),