Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

16. Πρῶτον μὲν γὰρ ὅτι εἰ ἀγαθὸς ἐκ πονηροῦ γεγένηται, οὐκέτι τῶν ἀρχῶν σταθήσεται ὁ λόγος. δύναται γὰρ καὶ ὁ αὐτοῦ πατήρ, εἰ πονηρός ὐπάρχει (ὄπερ μὴ γένοιτο, ἀλλὰ ἀγαθός ἐστι), μεταβληθῆναι τὴν γνώμην, ὥσπερ ὁ ὑπ᾿αὐτοῦ γεγεννημένος μεταβέβληται.

τὸ δὲ ἕτερον. εἰ ὅλως ἦλθεν ὁ μονογενὴς ἀνθρώπους σῶσαι καὶ λῃστὴν εἰσαγαγεῖν εἰς παράδεισον καὶ τελώνην καλέσαι ἀπὸ τελωνίου [*](3 war im Bisherigen noch nicht erwähnt – 22 Hebr. 4, 12 - 31vgl. Luk. 23,43 - vgl. Matth. 9,9ff) [*](V M) [*](1 [καὶ]?* | [αὐτοῦ2]?* 5 <δὲ>* 8 ἀκατονομάστοις, ο aus ω V corr 10 [καὶ]καταλῦσαι*] καὶ καταλύοντα VM | τὰ über der Linie nachgetragen V corr 22 τῇ .. . μαχαίρᾳ aus ω V corr ὀκννήσομεν aus ὀκνήσομαι Μ)

185
εἰς μετάνοιαν καὶ πόρνην ἀλείφουσαν αὐτοῦ τοὺς πόδας ἰάσασθαι ἀπὸ πορνείας, ἔτι δὲ καὶ <ἄλλαἄλλα>ἀγαθὰ πράττει, διότι ἀγαθὸς ὑπάρχει καὶ εὔσπλαγχνος καὶ ἐλεήμων,

πολλῷ οὖν μᾶλλον ἔδει ἐπὶ τὸν ἴδιον αὐτοῦ πατέρα τὸν οἶκτον αὐτοῦ ἀναλαβεῖν καὶ αὐτὸν πρῶτον μεταθεῖναι εἰς τὸ σωτηριῶδες, ἵνα πρῶτον τὸν πατέρα αὐτοῦ μεταβαλὼν τελείως ἐνδείξηται τὴν τελείαν ἀγαθότητα, τὸν πατέρα αὐτοῦ οἰκτείρας, ὡς καὶ γέγραπται »ποιεῖν τὸ ἀγαθὸν πρῶτον εἰς τοὺς οἰκείους τῆς πίστεως«, πόσῳ γε μᾶλλον ἐλεᾶν τοὺς ἐαυτῶν πατέρας.