Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

Τὸ δὲ ἕτερον ἔτι προστέρεικα τῇ φράσει καὶ τῷ ἐλέγχῳ τῷ πρὸς τὸν Μαρκίωνα, ὅτι εἰ μὲν τοῦ ἐνός ἐστιν υἱὸς καὶ πρὸς τὸν ἔτερον προσέφυγεν, οὐ πιστὸς παραδεχθήσεται παρὰ τῷ ἑτέρῳ.

ὁ γὰρ συνείδησιν εἰς τὸν ἵδιον αὐτοῦ πατέρα μὴ φυλάξας οὐδὲ παρὰ τῷ ἑτέρῳ πιστευθήσεται ἀπὸ τῶν παρ᾿αὐτοῦ προαγόντως πεπραγμένων.

ἀλλὰ καὶ ἀλλως πάλιν. ἆρά γε τοῦ ἀγαθοῦ θεοῦ κατηγορήσει<ς> πάλιν, ὦ Μαρκίων, δἰ ἀπορίαν τοῦ πεμπομένου μὴ δυνηθέντος σῶσαι τοὺς παρ᾿αὐτοῦ σῳξομένους καὶ παρ᾿αὐτοῦ διὰ Χριστοῦ ἐλεηθέντας;