Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

15. Ταῦτα δὲ δῆλα παντί τῳ σύνεσιν κεκτημένῳ ὑπάρχει, ὅτι ἀκαθάρτου πνεύματός ἐστιν ἡ φρόνησις καὶ ἡ διδασκαλία καὶ οὔτε χρεία ἦν περὶ ταύτης τῆς ὑποθέσεως ἀπολογεῖσθαι ἢ ἔλεγχον παριστᾶν καταντικρὺ Μαρκίωνος τοῦ ἑαυτοῦ κατὰ πάντα τὴν ἐπιλησμονὴν τῆς ζωῆς ποιησαμένου.

φωραθήσεται γὰρ παρὰ πᾶσι τοῖς συνετοῖς τὸ βλάσφημον αὐτοῦ κενοφώνημα καὶ τολμηρὸν τῆς ἀπωλείας ἐνέργημα.

ἀλλ᾿ ἐπειδὴ εἰώθμαεν μὴ ἐᾶν ἀκανθῶν τόπον, ἀλλὰ ἐντέμνειν τῇ τοῦ θεοῦ μαχαίρᾳ, »τῇ ὑπὲρ πᾶσαν μάχαιραν διστομον <τομωτέρῳ> καὶ διικνουμένῃ ἄχοι μερισμῶν ψυχῆς καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν« κατὰ τὸ γεγραμμένον, ὀλίγα καὶ εἰς τοῦτο εἰπεῖν οὐκ ἀποκνήσομεν.