Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

τινὲν γὰρ αὐτῶν τετολμήκασιν, ὡς ἔφην, αὐτὸν τὸν κύριον εἶναι υἱὺν τοῦ πονηροῦ λέγειν οὐκ αἰσχυνόμενοι, ἄλλοι δὲ οὐχί, ἀλλὰ τοῦ κριτοῦ τε καὶ δημιουργοῦ.

εὐσπλαγχνότερον <δὲ> γεγονότα καὶ ἀγαθὸν ὅντα καταλεῖψαι μὲν τὸν ἴδιον αὐτοῦ πατέρα κάτω (πῆ μὲν λεγόντων τὸν δημιουργόν, ἄλλων δὲ τὸν πονηρόν), ἄνω δὲ ἀναδεδραμηκέναι πρὸς τὸνἐν ἐατονομάστοις τόποις ἀνθὸν θεὸν καὶ αὐτῷ προσκεκολλῆσθαι.

πεμφθέντα δὲ ὑπ᾿αὐτοῦ εἰς τὸν κόσμον καὶ πρὸς ἀντιδικίαν τοῦ ἰδίου πατρὸς ἐλθόντα τὸν Χριστὸν [καὶ] καταλῦσαι αὐτοῦ τὸ πάντα ὅσα ὁ κατὰ φύσιν πατὴρ αὐτοῦ ἐνομοθέτει, ἥτοι ὁ λαλήσας ἐν τῷ νόμῳ ἤτοι ὁ τῆς κακίας θεὸς ὁ παρ᾿αὐτῶν ἐν τῇ τρίτῃ ἀρχῇ τὸν δημιουργὸν λέγων, ἄλλος δὲ τὸν πονηρόν.