Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ὅλου γὰρ τοῦ σώματος ζῶντος ὡςεἰπεῖν τῆς θείας γραφῆς, ποῖον ηὕρισκε μέλος νεκρὸν κατὰ τὴν αὐτοῦ γνώμην, ἵνα παρεισαγάγῃ ψ εῦδος κατὰ τῆς ἀληθείας;

ἀλλ᾿ ὡς εἰπεῖν ἐλώβησε καὶ ἀκρωτηριάσας παρέκοψε πολλὰ τῶν μελῶν, κατέσχεν δὲ ἔνιά τινα παρ᾿ ἑαυτῷ.καὶ αὐτὰ δὲ τὰ κατασχεθέντα ἔτι ζῶντα οὐ δύναται νεκροῦσθαι, ἀλλ᾿ ἔχει μὲν τὸ ζωτικὸν τῆς ἐμφάσεως, κἄν τε μυρίως παρ᾿ αὐτῷ κατὰ λεπτὸν ἀποτμηθείη.

14. Ἔτι δὲ μετὰ ταῦτα πάντα ἐπεμνήσθημεν ὡς τινὲς ἀπὸ τῶν αὐτῶν Μαρχιωνιστῶν, εἰς βυθὸν βλασφημίας παρπεπτωκότες καὶ ἀπὸ τῆς ἑαυτῶν δαιμονιώδους διδασκαλίας ἐμβρόντητοι παντάπασι γεγονότες καὶ οὗ ἐδόκουν κυρίου μόνον κὰν δι᾿ ὀνόματος μνημόνεύειν [*](2f vgl.Deut. 19, 15 Matth. 18, 16 II Kor. 13, 1 – 8 ff gemeint ist ιݲηψ=Ἰησοῦς υ.ρݲ = ἀμήν. Letzteres ergibt jedoch genau gerechnet nur 99; daher die Bemerkung wegen des „überschússigen“ Zeugnisses) [*](V M 1 ἧς Pet.] εἰς VM | τοῦ μεγαλοδώρου *] μεγαλιδώρους VM; aber in V vorher Rasur, vielleicht τοῦ ausradiert 7 οὐκ Pet. 11 * etwa ἐλέγχεται τῆς * 14 αἷς (sc. μαρτυρίαις) *] oἷς VM 16 τούτω Μ 19 ζῶντος Corn.] σώζοντος VM 21 ἀλλ᾿ ὡς Corn.] ἀλλοίως VM | ἀκροτηριάσας Μ 23 ἔχει Pet.] ἐκεῖ VM 26 πάντα Μ)

184
καὶ αὐτοῦ ἀθυρογλώσσως ἑτέρως τὴν αὐτοῦ θεότητα ἀποστρέφοντες, τὸ ὅνομα τῆς ἄνωθεν γεννήσεως κακίζειν οὐκ ἐντρέπονται.