Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ἀλλὰ καὶ ἐπ᾿ ἄλλης περισσῆς πρὸς ἐπὶ τούτοις * ἐκτὸς τοῦ εὐαγγελίου καὶ τοῦ ἐποστόλου· οὐ γὰρ ἔδοξε τῷ ἐλλεεινοτάτῳ Μαρκίωνι ἀπὸ τῆς πρὸς Ἐφεςίους ταύτην τὴν μαρτυρίαν λέγειν, ἀλλὰ τῆς πρὸς Λαοδικέας, τῆς μὴ οὔσης ἐν τῷ ἀποστόλῳ.

αἷς μὴ ἐντυγχάνων ἠλιθίως ὁ κτηνώδης καὶ ἐν πολλοῖς πεςὼν ὁ τάλας οὐχ ὁρᾷ τὴν κατ᾿ αὐτοῦ ἀνατροπὴν καθ᾿ ἑκάστην ἡμέραν ὁμολογουμένην. καὶ μηδεὶς θαυμαζέτω περὶ τούτου.

πῶς γὰρ ἠδύνταο οὗτος, ἐπαγγειλάμενος ἔχειν τι τοῦ εὐαγγελίου καὶ τοῦ ἀποστόλου, μὴ οὐχὶ κἂν ὀλίγα τῆς γραφῆς σῴζειν ῥήματα;