Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

καὶ πρῶτον λέγε μοι, ὠ ἀπατεών, πότερον μισῶν τὴν ψυχὴν κατέδησεν αὐτὴν τῇ ὕλῃ ἢ ἀγνοῶν τὸ ἐσόμενον;

ἀλλ᾿ οἶδα ὅτι οὐδέτερον τούτων ἐρεῖς. ὕλην γὰρ οὐ λέγομεν τὸ σῶμα, μὴ γένοιτο, οὐδὲ τὰς τοῦ Μοῦ κτίσεις· ἀλλὰ ὕλην τινὰ οἶδεν ἡ γραφὴ μετὰ ταύτην τὴν φαύλην εἰς δὲ κατασκευὰς ἑκάστῃ τέχνη καὶ ἐργασίᾳ προκειμένην, ἄλλην τινά, λέγω δὲ τὴν ἐκ διανοίας φυομένην ῥυπαρὰν ἐνθύμησιν καὶ <τοὺς> βορβορώδεις λογισμοὺς ἁμαρτίας.

φύονται γὰρ ὡς ἀπὸ πηλοῦ δυσοδμία τε καὶ ἀκάθαρτος ἀποφορὰ λοιμώδεις τε καὶ βορβορώδεις *, ὡς ὁ μακάριος Δαυὶδ διωκόμενος καὶ διαβαλλόμενος ὡς] ὑπὸ πονηρῶν ἀνθρώπων ἔλεγεν »ἐνεπάγην εἰς ὕλην βυθοῦ‘ καὶ τὰ ἑξῆς.

5. Ἐπειδὴ δέ σοι δοκεῖ, Ἡρακλέων, τοῦτο λέγεσθαι ὕλην, τῶν ἀνθρώπων τὰ σώματα καὶ τὸν ἐνθάδε κόσμον ἅπαντα, ἐπὶ ποίῳ σκοπῷ τὴν ἑαυτοῦ ψυχὴν ὁ Δημιουργὸς τῇ ὕλῃ ἐγκατέμιξεν;

εἰ μὲν τὸ πονηρὸν ἀγνοῶν, οὐ δύναται δημιουργεῖν ὁ μὴ γινώσκων ὃ βούλεται δημιουργῆσαι. οὔτε γὰρ ἡμεῖς τι πράττομεν καθ᾿ ἑκάστην τέχνην, ἐργαζόμενοι ὅπερ οὐ νοοῦμεν. καὶ προενθυμούμεθα γὰρ ὃ ἐπιτελεῖν βουλόμεθα καὶ οἴδαμεν πρὶν ποιῆσαι ὃ ἐπιτελέσαι προῃρήμεθα.

καίτοι γε ἡμεῖς ἀσθενεῖς ὄντες καὶ πολλὰ ἀποδέοντες τῆς τοῦ θεοῦ δυνάμεως, διὰ δὲ τῆς ὑπ᾿ αὐτοῦ κεχαρισμένης συνέσεως τοῖς ἀνθρώποις οἴδαμεν καὶ νοοῦμεν. συμβέβηκεν δέ σοι, ὦ Ἡρακλέων, [*](21 Psal. 68, 3) [*](V M) [*](1 καφφώσας, π oben über V corr 5f <πνευματικὸς> * 8 ῆ auf Rasur V corr 16 προκειμένην, ν auf Rasur V corr προκειμένη M 17 <τοὺς> 19 λοιμώδεις . . βορβορώδεις *] λοιμώδης . . βορβορώδης VM | * etwa <λογισμοὶ> ἐκ τῆς πονηρᾶς <καρδίας> * 20 ὠς] Dirid. Oh. 25 δημιουργεῖν ὁ, εῖν auf Rasur V corr 28 προηρήμεθα, erstes η auf Rasur V corr προειρήμεθα M)

49
ἡ ἐκ θεοῦ σύνεσις εἰς βλάβην, ὅτι μὴ κατὰ θεὸν αὐτὴν πραγματεύῃ, ἀλλὰ κατὰ πονηρὰν ἐπιτήδευσιν.