Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

4. Οἱ δὲ συνετοὶ κατακούσαντες τῆς περισσοτέρας αὐτῶν χλεύης καταγελάσαιεν τῆς μιμολογίας, ὡς ἕκαστος αὐτῶν ἕτερα παρὰ τὸν ἕτερον νομοθετεῖ ὡς βούλεται καὶ τῆς τόλμης ἑαυτοῦ οὐκ ἀνακόπτε- ται, ἀλλὰ ὅσαπερ δύναται ἕκαστος ἐπινοεῖ.

καὶ τῶν ἔτι εἰς δεῦρο γεννωμένων παρ᾿ αὐτοῖς καὶ ἐπιφυομένων, οἳ καθ’ ἡμέραν εὑρίσκουσίν τι καινὸν εἰπεῖν καὶ φαντάσαι τοὺς ἐπαγομένους, χαλεπόν ἐστι πάντα τὰ τούτων * ζητῆσαι ἢ ἐξειπεῖν. ὅθεν ἀρκεσθήσομαι πάλιν τοῖς καὶ περὶ ταύτης τῆς αἱρέσεως εἰρημένοις, ἅτινα καὶ εἰς ἡμᾶς ἦλθεν ὑποδείξας.

ἡ δὲ τοιαύτη διδασκαλία τίνι οὐκ ἂν σαφὴς εἴη ὡς μῦθός ἐστι καὶ χλεύη τὸ πᾶν; πόθεν γάρ, ὠ οὗτος σὺ ἢ οἱ πρὸ σοῦ, τὸ σῶμα εἰλήφατε; τὴν δὲ ψυχὴν πόθεν; τὸν δὲ ἐσώτατόν σου ἄνθρωπον πόθεν;

καὶ εἰ μὲν ἄνωθεν ἀπὸ τοῦ ἄνω πνευματικοῦ, [*](13 — 19 frei nach Irenaeus 1 31, 5; 1 188 Harvey cum autem discrepent ab invicem et docirina et traditione et qui recentiores eorum agnoscuntiir affecfant per singulos dies novum aliquid adinvenire et fruetificare quod numquam quisquani excogitavit, durum est omnium describere sententias) [*](V Μ lat. (bis Ζ. 19)) [*](2 ἐγὼ + autem lat. 4 πατέρα Ausgg.] μητέρα YM pairem lat. | ἀλλ’ < lat. | σύ///ζυγον, ν wegradiert Ycorr 5 ὑπὸ θηλείας γενομένη] α femina nata lat.; lies wohl ἀπὸ * | ὑμᾶς Ausgg.] ἡμᾶς VM vos lat. 7 xavza Dind.] τούτους V M haec lat. 8 αὐτὸν] ipsos lat. 9 ῥίψαντα] proicientes lat. | τὸν δεσμὸν αὐτοῦ καὶ τὸν ἄγγελον] nodos ipsorum lat. 10 <τὴν> U 10f οἴονται — ἐν ἀνθρώπῳ < lat. 11 ἕτερον] lies ἐσώτερον? * | ἀπολυτρώσεως + lat. 12 συν]ελήλυθεν *] venerunt lat. 17 γενομένων M | οἳ] ὃ M 19 * sententias lat.: änze etwa <δόγματα> * 21 ὑποδείξας *] ὑποδεῖξαι 24 ἄνω πνευματικοῦ, ἄνω πνευμα auf Rasur Vcorr; vgl. S. 48, 3f)

48
ὡς γέγεις δραματουργῶν καὶ ἐπαγγελίᾳ ἐλπίδος δεπφώσας τοὺς ὑπὸ σοῦ ἠπατημένους, ἵνα σκοπῷ τινι ἐπαρθέντες ὑποσυρῶσι τῇ σῇ γεγοητευμένοι δραματουργίᾳ, λέγε, τίς ἡ κοινωνία τοῦ ἄνω πνευματικοῦ πρὸς τὸ ὑλικόν; τίς ἴε ἡ τοῦ ὑλικοῦ πρὸς τὸ ψυχικόν;

πῶς δὲ ὁ Δημιουργὸς τὰ μὴ ἑαυτοῦ ἐδημιούργει; πῶς δὲ ὁ ἄνω <πνευματικὸς> τὴν παρ᾿ αὐτοῦ δύναμιν πνευματικὴν παρέσχεν τῷ μὴ καλῶς ἐργασαμένῳ Δημιουργῷ; πόθεν δὲ ὁ Δημιουργὸς ἀναμίξας τὸ ἑαυτοῦ ψυχικὸν μετὰ τοῦ ὑλικοῦ τῇ ὕλῃ μᾶλλον ἠθέλησεν ἐγκαταδῆσαι τὴν ἑαυτοῦ δύναμιν;

εἰ δὲ τὴν ἑαυτοῦ δύναμιν βούλεται ἐγκαταμῖξαι, οὐκ ἄρα ἀλλοτρία ἡ ὕλη. εἰ δὲ καὶ ἔστιν ἀλλοτρία, τίς αὐτῷ τῆς ὕλης παρέσχε τὴν ἐξουσίαν;