Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ἔτι δὲ πάλιν ἐρῶ, πόθεν ἡ τοῦ πνευματικοῦ μῖξις τῷ ψυχικῷ τε καὶ ὑλικῷ, ὃ δὴ λέγεται παρὰ σοὶ ἔσω ἄνθρωπος τῷ δευτέρῳ καὶ τρίτῳ ἔξω ἀνθρώπῳ συνημμένος, φημὶ δὴ ψυχῇ καὶ σώματι;

καὶ εἰ μὲν ἐκ βουλήματος τῆς ἄνω δυνάμεως τοῦ τῶν ὅλων Πατρός, φημὶ δὲ τοῦ κατὰ σὲ Βυθοῦ, ἄρα γε οὐκ ἀκοινώνητος τοῖς ἄνω ὡς ἔφην) ἡ ἐνταῦθα περὶ ἡμᾶς κτίσις συγκαταμιγνυμένη, διὰ τῆς τοῦ Πατρὸς ἄνω εὐδοκίας καὶ] τοῦ ἄνωθεν παρ᾿ αὐτοῦ καταπεμφθέντος σπινθῆρος, ὅ ἐστιν ὁ πνευματικὸς κατὰ σὲ καὶ ἐσώτατος ἄνθρωπος.

εἰ δὲ λέγεις τὸν Δημιουργὸν τὸν ἐν ἐλαττώματι καὶ ὑστερήματι ἢ τὴν Μητέρα ἣν λέγεις Ἀχαμὼθ εἰληφέναι ἄνωθεν δύναμιν τουτέστιν τὸ πνευματικόν, οὐκέτι ἐν ὑστερήματι καὶ ἀγνοίᾳ ἐστὶν ὁ Δημιουργὸς οὔτε ἡ κατὰ σὲ Μήτηρ καλουμένη. πῶς γὰρ ἄν τις ἐν ἀγνοίᾳ εἴη τούτου οὑ ἐπιθυμεῖ; εἰ γὰρ ὅλως τοῦ κρείττονος ὀρέγεται, οἶδεν τὸ καλὸν καὶ τὸ ἀγαθόν· καὶ ὀ τὸ ἀγαθὸν ἐπιστάμενος καὶ μὴ στυγῶν τοῦτο ἀλλὰ ὀρεγόμενος, οὐκ έ)στιν ἀλλότριος τοῦ ἀγαθοῦ.

6. Καὶ ἵνα μὴ κατατρίβωμαι περὶ τὰς μηχανὰς τοῦ ἀγύρτου ἀσχολούμενος, τούτοις ἀρκεσθήσομαι. πᾶσα γὰρ αὐτοῦ ἔπεσεν ἡ ληρῳδία ἀπὸ τοῦ τὸν πάντων δεσπότην πᾶσιν σαφῶς ὁμολογηθῆναι ἀγαθὸν ὄντα καὶ προγινώσκοντα καὶ δυνάμενον τὰ Πάντα ποιεῖν, καὶ ὡς ὑπ᾿ αὐτοῦ πᾶσα φύοις ἡ ὑπάρχουσα κτιστὴ καλῶς γεγένηται.

οὔτε γὰρ δυνατὸν ἄνευ τοῦ θεοῦ τι εἶναι, ἀλλ᾿ ἢ μόνον ἡ ἁματρία οὐκ ἔχουσα ἀρχὴν ῥίζης οὐδὲ εἰς τέλος μένουσα, ἐν ἡμῖν δὲ ἐπεισάκτως [*](P267) γινομένη καὶ ἀφ’ ἡμῶν πάλιν Παυομένη· ὡς καὶ πανταχοῦ κατὰ πασῶν τῶν αἱρέσεων ποιούμενος τόν λόγον ἀπέδειξα,

ὅτι εἷς ἐστιν ὁ θεὸς ὁ τὰ πάντα ποιήσας καὶ δημιουργήσας, ὁ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ εἷς ὁ μονογενὴς αὐτοῦ [καὶ] παῖς, ὁ κύριος ἡμῶν καὶ σωτὴρ καὶ θεός, καὶ ἓν τὸ ἅγιον αὐτοῦ πνεῦμα,