Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ἀλλ᾿ εἰ καὶ ὀγδοήκοντά εἰσι παλλακαί, αἵτινές εἰσιν αἱ αἱρέσεις, ἔπειτα δὲ νεάνιδες ὡν οὐκ ἔστιν ἀριθμός, φησί μία ἐστὶ περιστερά μου, τελεία μου« τουτέστιν αὐτὴ ἡ ἁγία νύμφη καὶ καθολικὴ ἐκκλησία· περιστερὰ μὲν ὡς ἔφην διὰ τὸ ἥμερον καὶ ἄκακον καὶ καθαρὸν τοῦ ζῴου, τελεία δὲ διὰ τὸ τὴν τελείαν ἐκ θεοῦ λαβεῖν χάριν καὶ γνῶσιν παρ᾿ αὐτοῦ τοῦ σωτῆρος διὰ πνεύματος ἁγίου.

αὐτὸς οὖν ὁ νυμφίος, ὁ ἀπεσταλμένος ἑρμηνευόμενος τουτέστιν Σιλωάμ, ὕδωρ ἔχει πορευόμενον ἡσυχῆ τουτέστιν διδασκαλίαν ἄδουπον καὶ ἐφοφοποιὸν καὶ ἀφαντασίαστον καὶ ἀκόμπαστον.

ἡ όὲ αὐτοῦ νύμφη καὶ αὐτὴ ἥσυχος περιστερά, μήτε ἰὸν ἔχουσα μήτε μυλοστομίδας μήτε κέντρα, ὡς οὑτοι πάντες οἱ [*](8 Jes. 8, 6 — lOf vgl, Jok 9, 7 — 14f vgl. Hohelied 2, 10. 14; 5, 2 — 16 ff vgl. Panarion Prooem. I 1, 3ff; I 155, 8ff u. ßbchnitt περὶ πίστεως c. 19, 1 — 19f vgl. Hohelied 6, 7 — 21 Hohelied G, 8) [*](V M) [*](2 εὐχ·αριστήσωμεν, ωμεν auf Rasur Ycorr 10 ἀσυρίων, σ oben über //////// Ycorr | γὰρ hineingeflickt Ycorr IB ἡσυχῆ δὲ + <πορευόμενος> ? * | καινόφωνον VM | μήτε V | * <ἐπεισάγειν> 14 * <τηρεῖν> * Pet. 20 εἰσι1 auf Rasur Ycorr 21 vor φησὶ + <ὅμως> ? *)

44
ἑρπετόμορφοι καὶ ἰὸν ἀναβλυστάνοντες, ἕκαστος φιλοτιμησάμενος δηλητήριόν τι τῷ κόσμῳ κατασκευάσαι καὶ λυμήνασθαι τοὺς αὐτῷ πεισθέντας·

ὧν καὶ οὗτος εἷς ὢν τυγχάνει ὁ ἐνταῦθά μοι σπουδασθεὶς φωραθῆναι διὰ θείου λόγου καὶ βοηθείας τῆς ἄνωθεν καὶ συντριβῆναι δίκην φαλαγγίου τετραγνάθου ἑρπετοῦ καλουμένου ἢ ὡς ἀπὸ ἀμφισβαίνης τῆς δικεφάλου ἐχίδνης τμηθεῖσα κεφαλὴ ἐν συντομίᾳ κατακλασθῆναι.

παρελθὼν δὲ τοῦτον πάλιν τὰς ἑξῆς διασκοπήσω καὶ ταύτας διεξιὼν δι᾿ εὐχῆς αἰτήσω τὰ μὲν κατ᾿ αὐτὰς κατὰ ἀλήθειαν ἐξειπεῖν, μηδένα δὲ βλάψαι ἢ αὐτὸς βλαβῆναι.