Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

3. Τούτων τοίνυν οὕτως ἐχόντων ἥκετέ μοι πάντες θεοῦ δοῦλοι, οἱ τῆς ἀληθείας ἐρασταί, καὶ γελάσατε τὸν ἀπατεῶνα καὶ ἀγύρ- [*](6 Job. 8, 40 — 13 Act. 2, 22) [*](V M) [*](1 δῶμεν γὰρ M ναι γὰρ ausgestrichen, hierauf auf Rasur δῶμεν wohl aus εἴπωμεν hergestellt u. γὰρ übergesetzt Vcorr | διὰ τὸ τὸν ἄνω που*] διὰ τὸ τὸν ἄνω aus διά που τὸν ἄνω hergestellt Vcorr διὰ τὸ τὸν ἄνω M 7 ἀποκτεῖναι am Rande nachgetragen V corr < M 16 ὀνομασίας] ἀνομίας Μ | τῷ] τῶν 20 <κατὰ> *)

43
την Κολόρβασον, μᾶλλον δὲ πενθήσατε τοὺς ἀπατηθέντας καὶ ἑαυτοὺς καὶ πολλοὺς ἀπολέσαντας.

αὐτοὶ δὲ θεῷ εὐχαριστήσωμεν, ὡς διὰ μικρῶν καὶ ἁπλῶν λόγων ἡ ἀλήθεια τοὺς αὐτῆς υἱοὺς εἰς ὁδον εὐθεῖαν ὁδηγεῖν εἴωθεν καὶ τὰ σχέτλια καὶ πολύκομπα, διὰ πολλῆς μηχανῆς καλλωπισθέντα, διασκεδάννυσιν ἀνατρέπει τε καὶ ἀφανίζει, ἡσυχῆ βαίνουσα, ὡς σαφῶς ἔστιν ἐδεῖν ἀπὸ τοῦ προφητικοῦ λόγου.

ἐγκαλῶν γὰρ ὁ προφήτης τοῖς τὰ δεινὰ περιεργαζομένοις καὶ πολύφημα ἐπινοοῦσιν εἰς ἑαυτῶν ἀπάτην ἔλεγεν »διὰ τὸ μὴ θέλειν ὑμᾶς τὸ ὕδωρ τοῦ Σιλωὰμ τὸ πορευόμενον ἡσυχῆ, ἀνάγει ἐφ᾿ ὑμᾶς κύριος τὸ ὕδωρ τοῦ ποταμοῦ, τὸν βασιλέα τῶν Ἀσσυρίων((.

ὕδωρ γὰρ Σιλωὰμ ἐστὶν διδασκαλία τοῦ ἀπεσταλμένου. τίς δ᾿ ἂν εἴη οὑτος ἀλλ ἢ ὁ κύριος Ἰησοῦς, Ἰησοῦς, ὁ ἀπὸ τοῦ θεοῦ πατρὸς αὐτοῦ ἀπεσταλμένος; ἡσυχῃ δὲ διὰ τὸ μηδὲν κενόφωνον μηδὲ ἐπίπλαστον*, ἀλλὰ ἐν ἀληθείᾳ* τὴν ἁγίαν αὐτοῦ νύμφην, τὴν παρ᾿ αὐτῷ περιστερὰν καλουμένην διὰ τὸ ἄκακον καὶ ἥμερον καὶ καθαρώτατον τοῦ ζῴου ἐν τοῖς ᾄσμασι τοῦ Σολομῶνος.

καὶ ἐ)στι θαυμάσαι <ὠς> τὰς μὲν ἄλλας μὴ οὔσας αὐτοῦ, ἐπὶ δὲ τῷ ὀνόματι αὐτοῦ ἑαυτὰς κεκληκυίας, παλλακίδας ὠνόμασε καὶ βασιλίσσας διὰ τὸ βασιλεῦον ὄνομα, ὃ ἑκάστη Χριστὸν ἐπιγραφομένη ἑαυτῇ σεμνύνεται.