Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

Ἡρακλέων τις τοῦτον τὸν Κολόρβασον διαδέχεται, ἀφ᾿ οὗπερ οἱ Ἡρακλεωνῖται καλούμενοι, οὐδὲν ἧττον τῆς παρὰ τούτοις κενοφωνίας * ἡσκημένος.

καὶ ὅσα μὲν ἐκεῖνοι λέγουσι καὶ οὗτος ὁρίζεται κατὰ πάντα τρόπον, οἷα δὴ ἐξ αὐτῶν ὁρμώμενος καὶ παρ᾿ αὐτῶν τὸν ἰὸν ἀπομαξάμενος· περισσότερον δὲ δῆθεν ὑπὲρ ἐκείνους ἐν ἑαυτῷ ἀνατυπωσάμενός τινα βούλεται ἐκείνους ὑπεραίρειν, ἵνα καὶ ἑαυτῷ συναγωγὴν ποιήσηται τῶν ἠπατημένων.

οὗτοι γὰρ πάντες εἰς ἑκατοντακέφαλον ἑαυτοὺς ἀνατυπώσαντες σῶμα ἢ ἑκατοντάχειρον, τόν ποτε μυθευόμενον παρὰ τοῖς τῶν Ἑλλήνων ποιηταῖς ἐμιμήσαντο Κόττον ἢ Βριάρεων ὃν καὶ Αἰγαίωνα καλοῦσιν ἢ Γύην ἢ τὸν καλούμενον Ἄργον τὸν πολυόφθαλμον.

οἵους ἐκεῖνοι ἐν ταῖς ἑαυτῶν ῥαψῳδίαις τερατεύονται, ποιητευόμενοι καὶ λέγοντες ἔχειν τὸν μὲν [*]( 10 ff zu Herakleon vgl. Irenaeus adv. haer. II 4, 1; I 259 Harvey Tertullian adv. Valent. 4 Hippolyt refut. VI 4; S. 134, 12 Wendland VI 29, 1; S. 155, 19 VI 35, 6; S. 165, 6 Ps. Tertullian adv. omn. haer. 4 — 13 ff vgl. Pseudo-Tertullian adv. omn. haer. 4 extitit praeterea Heracleon alter haereticus, qui cum Valentino paria sentit, sed novitate quadam pronuntiationis vult videri alia sentire) [*](V M) [*](1 ἀναβλυσθάνοντες V 9 Unterschrift κατὰ Κολορβασίων V M 10 Überschrift σατὰ Ἡρακλεωνιτῶν ἓξ καὶ δεκάτη ἡ καὶ τριακοστὴ ἕκτη V M 12 τούτοις*] τούτων V M τούτῳ Dind., ader vgl. Z. 13 ἐκεῖνοι 12 f κενοφωνίας aus καινοφωνίας V corr καινοφωνίας M 13 * etwa <φλυαρίᾳ> * 18 ἢ ἑκατοντάχειρον am Rande nachgetragen V corr 19 ἐμιμήσαντο am Zeilenende angeflickt V corr 20 Γύην Dind.] Γύπην VM)

45
ἑκατὸν χεῖρας καὶ ποτὲ μὲν πεντήκοντα κεφαλὰς ποτὲ δὲ ἑκατόν. τὸν δὲ ἑκατὸν ὀφθαλμούς — καὶ τούτου ἕνεκα φασὶ τὸν Ἑρμῆν καλεῖσθαι Ἀργειφόντην, ὡς τὸν Ἄργον τὸν πολυόφθαλμον πεφονευκότα —,

οὕτω καὶ τούτων ἕκαστος βουλόμενος ἑαυτῷ ἀρχὴν προστήσασθαι κεφαλὴν ἑαυτὸν ὠνόμασεν, ἕτερα ὑπεισφέρων παρὰ τὴν τῶν διδασκάλων αὐτοῦ ματαιοπονίαν καὶ μανιώδη διδασκαλίαν. ἵνα δὲ μὴ εἰς πολὺ μῆκος ἐλάσω τοῦ προοιμίου τὴν σύνταξιν, ἐλεύσομαι εἰς τὸ προκείμενον.