Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

πάντα γὰρ ταῦτα, εἰκόνες καὶ σύμβολα ὄντα, τῆς ἀληθείας φανερωθείσης μετετέθη· κατὰ με) τὸ φαινόμενον καὶ <τὸ> σωματικῶς ἐκτελεῖσθαι ἀνῃεέθη, κατὰ δὲ τὸ πνευματικὸν ἀνελήφθη, τῶν μὲν ὀνομάτων τῶν αὐτῶν μενόντων, ἐνηλλαγμένων Τε τῶν πραγμάτων.

καὶ γὰρ προσφορὰρ προσφέρειν προσέταξεν ἡμῖν ὁ σωτήρ, ἀλλ᾿ οὐχὶ τὰς δι᾿ αλόγων ζῴων ἢ τούτων τῶν θυμιαμάτων, ἀλλὰ διὰ πνευματικῶν αἴνων καὶ δοξῶν καὶ εὐχαριστίας καὶ διὰ τῆς εἰς τοὺς πλησίον κοινωνίας καὶ εὐποιίας.

καὶ περιτομὴν περιτετμῆσθαι ἡμᾶς βούλεται, ἀλλ᾿ οὐχὶ τὴς ἀκροβυστίας τὴς σωματικῆς, ἀλλὰ ἀλλὰ καρδίας τῆς πνευματικῆς καὶ τὸ σάββατον <δὲ> φυάσσειν· [*](D 204)

ἀργεῖν γὰρ θέλει ἡμᾶς ἀπὸ τῶν ἔργων τῶν πονηρῶν. καὶ νηστεύειν δέ· ἀλλὰ οὐχὶ σωματικὴν βούλεται νηστείαν ἡμᾶς νηστεύειν, ἀλλὰ τὴν πνευματικήν, ἐν ᾖ εστιν ἀποχὴ πάντων τῶν φαύλων. φυλάσσεται μέντοι Τε καὶ παρὰ τοῖς ἡμετέροις ἠ κατὰ τὸ φαινόμενον νηστεία, ἐπεὶ καὶ χυχῇ τι συμβάλλεσθαι δύναται αὕτη μετὰ λόγου γινομένη, ὁπότε μηδὲ διὰ τὴν πρός τινας μίμησιν γίνεται μήτε διὰ τὸ ἔθος μήτε διὰ τὴν ἡμέραν, ὡς ὡρισμένης <εἰς> τοῦτο ἡμέρας.

ἅμα δὲ καὶ εἰς ἀνάμνησιν τῆς ἀληθινῆς νηστείας, ἵνα οἱ μηδέπω ἐκείνην δυνάμενοι νηστεύειν ἀπὸ τῆς κατὰ τὸ φαινόμενον νηστείας ἔχωσι τὴν ἀνάμνησιν αὐτῆς.

καὶ τὸ πάΠα δὲ ὁμοίως καὶ τὰ ἄζυμα, ὅτι εἰκόνες ἦσαν, δηλοῖ καὶ Παῦλος ὁ ἀπόστολος »τὸ δὲ πάΠα ἡμῶν, λέγων, ἐτύθη Χριστός«, καί »ἵνα ἦτε, φησίν, ἄζυμοι, μὴ μετέχοντες ζύμης (ζύμην δὲ νῦν τὴν κακίαν λέγει), ἀλλ᾿ ἦτε νέον φύραμα«.