Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

6. Οὕτως γοῦν καὶ αὐτὸς ὁ τοῦ θεοῦ εἶναι νόμος ὁμολογούμενος εἰς τρία διαιρεῖται, εἴς τε τὸ πληρούμενον ἀπὸ τοῦ σωτῆρος (τὸ γάρ »οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐκ ἐπιορκήσεις« ἐν τῷ μηδ᾿ ὀργισθῆναι μηδὲ ἐπιθυμῆσαι μηδὲ ὀμόσαι περιείληπται)·

διαιρεῖται δὲ καὶ εἰς τὸ ἀναιρόυ μενον τελείως. τὸ γάρ »ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ καὶ ὀδόντα ἀντὶ ὀδόντος« συμπεπλεγμένον τῇ ἀδικίᾳ καὶ αὐτὸ ἔργον τῆς ἀδικίας ἔχον, ἀνῃρέθη ὑπὸ τοῦ σωτῆρος διὰ τῶν ἐναντίων.

τὰ δὲ ἐναντία ἀλλήλων ἐστὶν ἀναιρετικά· »ἐγὼ γὰρ λέγω ὐμῖν μὴ ἀντιστῆναι ὅλως τῷ πονηρῷ, ἀλλὰ ἐάν τῖς σε [*](22 IKor. 5, 7 — 26 Matth. 5, 21ff — 29 Matth. 5, 38 — 32 Matth. 5, 39 V M) [*](2 διαφερόντων Pet.] διαφερόντως V M | τὰ] τὸ Μ 5 <τὸ> * 6 ἀνελή|||φθη, μ getilgt Vcorr 12 <δὲ> * 14 σωματικὴν + νηστείαν (also das Wort zweimal) Μ 19 <εἰς> Pet. 24 vor ζύμης + τῆς Μ | δὲ Dind. Öh.] τε VM 25 οὕτως Grabe] οὗτος VM 26 τε hineingeflickt Vcorr)

456
ῥαπίσῃ, στρέψον αὐτῷ καὶ τὴν ἄλλην σιαγόνα«.

διαιρεῖται δὲ καὶ εἰς τὸ μετατεθὲν καὶ ἐναλλαγὲν ἀπὸ τοῦ σωματικοῦ ἐπὶ τὸ πνευματικόν, τὸ συμβολικὸν τοῦτο <τὸ> κατ᾿ εἰκόνα τῶν διαφερόντων νενομοθετημένον.

αἱ γὰρ εἰκόνες καὶ τὰ σύμβολα παραστατικὰ ὄντα ἑτέρων πραγμάτων καλῶς [*](D 205) ἐγίνοντο μέχρι μὴ παρῆν ἡ ἀλήθεια· παρούσης δὲ τῆς ἀληθείας τὰ τῆς ἀληθείας δεῖ ποιεῖν, οὐ τὰ τῆς εἰκόνος.

ταῦτα δὲ καὶ οἰ μαθηταὶ αὐτοῦ καὶ ὁ ἀπόστολος Παῦλος ἔδειξε, τὸ μὲν τῶν εἰκόνων, ὡς ἤδη εἴπομεν, διὰ τοῦ πάσχα καὶ τῶν ἀζύμων δείξας δι᾿ ἡμᾶς, τὸ δὲ τοῦ συμπεπλεγμένου νόμου τῇ ἀδικίᾳ, ἐπών »τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι κατηργῆσθαι«, τὸ δὲ τοῦ ἀσυμπλόκου τῷ χείρονι, »ὁ μὲν νόμος« εἰπών »ἅγιος, καὶ ἡ ἀντολὴ ἁγία καὶ δικάία καὶ ἀγαθή«.