Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ἥν καὶ κατανοήσασαν πρῶτον μὲν λυπηθῆναι διὰ τὸ ἀτελὲς τῆς γενέσεως, ἔπειτα φοβηθῆναι μήτι καὶ αὐτὸ τὸ εἶναι τέλος ἔχῃ· εἶτα ἐκστῆναι καὶ ἀπορῆσαι, ζητοῦσαν τὴν αἰτίαν καὶ ὅντινα τρόπον ἀποκρύψῃ τὸ γεγονός.

ἐγκαταγενομένην δὲ τοῖς πάθεσι λαβεῖν ἐπιστροφὴν καὶ ἐπὶ τὸν Πατέρα ἐναδραμεῖν πειραθῆναι καὶ μέχρι τιvὸς πολμήσασν ἐξασθενῆσαι καὶ ἱκέτιν τοῦ Πατρὸς γενέσθαι.

συνδεηθῆναι δὲ αὐτῇ καὶ τοὺς λοιποὺς Αἰῶνας, μάλιστα δὲ τὸν Νοῦν. ἐντεῦθεν λέγουσι πρώτην ἀρχὴν ἐσχηκέναι τὴν οὐσίαν τῆς ὕλης, ἐκ τῆς ἀγνοίας καὶ τῆς λύπης καὶ τοῦ φόβου καὶ τῆς ἐκπλήξεως.

Ὁ δὲ Πατὴρ τὸν προειρημένον Ὅρον ἐπὶ τούτοις διὰ τοῦ Μονογενοῦς προβάλλεται ἐν εἰκόνι ἰδίᾳ, ἀσύζυγον ἀθήλυντον· τὸv γὰρ Πατέρα ποτὲ μὲv μετὰ συζυγίας τῆς Σιγῆς, ποτὲ δὲ καὶ ὑπὲρ ἄρρεν καὶ ὑπὲρ θῆλυ εἶναι θέλουσι.

τὸν δὲ Ὅρον τοῦτον καὶ Σταυρὸν καὶ Λυτρωτὴν καὶ Καρπιστὴν καὶ Ὁροθέτην καὶ Μεταγωγέα καλοῦσι. διὰ δὲ τοῦ Ὅρου τούτου φασὶ κεκαθάρθαι καὶ ἐστηρίχθαι τὴν Σοφίαν καὶ ἀποκατασταθῆναι τῇ συζυγία.

χωρισθείσης γὰρ τῆς Ἐνθυμήσεως ἀπ᾿ αὐτῆς σὺν τῷ ἐπιγενομένῳ πάθει, αὐτὴν μὲv ἐντὸς Πληρώματος μεῖναι, τὴv δὲ ἐνθύμησιν σὐτῆς οὺν τῷ πάθει ὕπὸ τοῦ Ὅρου ἀφορισθῆναι καὶ ἀποσταυρωθῆναι καὶ ἐκτὸς αὐτοῦ γενομένην εἶναι μὲν πνευματικὴν οὐσίαν, Ε; φυσικήν τινα Αἰῶνος ὁρμὴν τυγχάνουσαν, ἄμορρφον δὲ καὶ ἀνείδεον διὰ τὸ μηδὲν καταλαβεῖν. καὶ διὰ τοῦτο καρπὸν ἀσθενῆ καὶ θῆλυν αὐτὴν λέγουσι.

13. Μετὰ δὲ τὸ ἀφορισθῆναι ταύτην ἐκτὸς τοῦ Πληρώματος τῶν Αἰώνων τήν τε Μητέρα αὐτῆς ἀποκατασταθῆναι τῇ ἰδία συζυγία, τὸν [*](V M lat. (Tert., Hipp.) 1 ἴσχεν Μ | θήλεια Dind., nach footfma lat.] θήλειαν VM 2 καὶ < > 8 μήτι *] μηδε aus μητε Vcorr μήτε M ne lat. | αὐτὸ τὸ εἶναι] hoc ipswu lat.; nach αὐτὸ τὸ εἶναι vielleicht einzusetzen Ε; *, vgl. S.410, 13f | τέλος Dind., nach finem lat. u. ne finis quoque insisteret Tert.] τελείως VM | ἔχῃ Pet.] ἔχειν VM 4 ἀπορῆσαι] aporiatam id est canfusam lat. | ἀποκρύψει aus ἀποκρύψῃ Vcorr 4f τὸ γεγονὸς] id quod erat natum lat. 5 τοῖς] iis lat. 6 vor ἐξασθεθενῆσαι + tandem lat. 7 ἱκέτιν aus ἱκέτην Vcorr ἱκέτην M 8 lies πρῶτον? * 12 drüber gesetzt Vcorr σύζυγον M | ἀθήλυντον] masculo-foeinina lat. feminam Tert.; trotzdem ist wohl nicht ἀρρενόθηλυν einzusetzen 13 ὑπὲρ] beidemale pro lat. 14 καὶ Σταυρὸν καὶ Λυτρωτὴν Ausgg.] καὶ συλλυτρωτὴν V M et Stauron et Lytroten lat. 17 τῇ συζυγίᾳ] coniugi lat. coniugio Text. 17f ἐπιγενομένῳ *] ἐπιγινομένων V M appendice lat. Tert. 19 ἀποσταυρωθῆναι Ausgg.] ἀποστερηθῆναι VM crucifixam lat. Tert. 20 Ε; *] ut lat. Tert. 22 διὰ τοῦτο] διὰ τὸ M | αὐτὴν *] αὐτὸν VM eius lat. 23 αὐτὴν M)

405
Μονογενῆ πάλιν ἑτέραν προβαλέσθαι συζυγίαν κατὰ προμήθειαν τοῦ Πατρός, ἵvα μὴ ὁμοίως ταύτῃ πάθῃ τις τῶν Αἰώνων, Χριστὸν καὶ Πνεῦμα ἅγιον, εἰς πῆξιν καὶ στηριγμὸν τοῦ Πληρώματος, ὑφ᾿ ὧν καταρτισθῆναί 〈φασιὶ〉 τοὺς Αἰῶνας.

τὸν μὲν γὰρ Χριστὸν διδάξαι αὐτοὺς συζυγίας φύσιν, † ἀγεννήτου κατάληψιν γινώσκοντας ἱκανοὺς εἶναι ἀναγορεῦσαί | τε ἐν αὐτοῖς τὴν τοῦ Πατρὸς ἐπίγνωσιν, ὅτι τε ἀχώρητός ἐστι καὶ ἀκατάληπτος καὶ οὐκ ἔστιν οὔτε ἰδεῖν οὔτε ἀκοῦσαι αὐτὸν ἤ διὰ μόνου τοῦ Μονογενοῦς γινώσκεται·

καὶ τὸ μὲv αἴτιον τῆς αἰωνίου διαμονῆς τοῖς λοιποῖς τὸ ἀκατάληπτον ὑπάρχειν τοῦ Πατρός, τῆς δὲ γενέσεως αὐτῶν καὶ μορφώσεως τὸ καταληπτὸν αὐτοῦ, ὅ δὴ υἱός ἐστιν. καὶ ταῦτα μὲν ὁ ἄρτι προβληθεὶς Χριστὸς ἐν αὐτοῖς ἐδημιούργησε.

Τὸ δὲ ἕν] Πνεῦμα τὸ ἅγιον ἐξισωθέντας αὐτοὺς πάντας εὐχαριστεῖν ἐδίαξεν καὶ τὴν ἀληθινὴν ἀνάπαυσιν Ε; ηγήσατο. οὕτως τε μορφῇ καὶ γνώῃ ἴσους κατασταθῆναι τοὺς Αἰῶνας λέγουσι, πάντας γενομένους Νόας καὶ πάντας Λόγους καὶ πάντας Ἀνθρώπους καὶ πάντας Χριστούς, κα τὰς θηλείας ὀμοίως πάσας Ἀληθείας καὶ πάσας Ζωὰς καὶ Πνεύματα γα Ἐκκλησίας.

στηριχθέντα Τε ἐπὶ τούτῳ τὰ ὅλα καὶ ἀναπαυσάμενα τελέως μετὰ μεγάλης χαρᾶς φησὶν ὑμνῆσαι τὸν Προπάτορα, πολλῆς εὐφρασίας μετασχόντα.

καὶ ὑπὲρ τῆς εὐποιίας ταύτης βουσῇ μιᾷ καὶ γνώμῃ τὸ πᾶν, Πλήρωμα τῶν Αἰώνων, συνευδοκοῦντος τοῦ Χριστοῦ καὶ τοῦ Πνεύματος, τοῦ δὲ Πατρὸς αὐτῶν συνεπισφαγιζομένου, ἕνα ἕκαστον τῶν [*](V M lat. (Tert., Hipp.) 2 ἵνα μὴ — Αἰώνων < > lat. tie qua eiusnwdi rursus concussio meuteret πάθῃ τις] παθητὴς Μ 3 εἰς πῆξιν — Πληρώματος < > lat. pleromati iamque figendo Tert. 4 〈φασιν〉 *] dieimt lat. | διάξαι M 5 † ἀγεννήτου κατάληψιν γινώσκοντας ἱκανοὺς εἰναι] innati comprehensioneui cognoscentes sufficientes sive idoiieos esse lat. et mnati coniectationeni et idoneos efficere Tert.; altes Verderbnis, lies etwa 〈πρὸς〉 ἀγεννήτου κατάληψιν γεννητοὺς Ε; ἱκανοὺς εἶναι oder Ε; ἀγεννήτου κατάληψιν γινώσκοντας 〈μόνον πρὸς συζυγίαν μετ’ αὐτοῦ> ἱκανοὺς εἶναι * | ἀναγορεῦσαί τε ἐν αὐτοῖς] generandi in se Tert. 6f ἀκατάλη///πτος, μ getilgt Vcorr 7 μόνου < > M 8 γινώσκεται < > lat. 8f τοῖς Omnibus lat. 9 ἀκατάληπτον Ausgg.] πρῶτον καταληπτὸν V M. incomprehensibile lat. | αὐτῶν *] ὐτοῦ V M < > lat. illorum Tert. 12 ἕν] *] < > lat. Ausgg.] induxit lat. 14 τοὺς < > M 15 καὶ πάντας Λόγους < < > lat. | Χριστοὺς] Theletos Tevt. 15f hinter καὶ4 Rasur von 6 Veorr καὶ πάντας(!) M 16 Ἀληθείας] Sigas Tevt | πάσας2 < > lat. 16f Πνεύματα καὶ Ἐκκλησίας] in Eeclesias in Fortunatas Tert. 17 δὲ] quoque lat. | ἀναπαυσάμενα] requiescentia lat. | τελείας. 18 φησὶν] dicunt lat. 19 μετασχονάτ] participantem (sc. Propaorem) lat. | βουλῇ μιᾷ] βούλημα M 21 δὲ — συνεπισφραγιζομένου < > lat.)

406
Αἰώνων ὅπερ εἶχεν ἐν ἑαυτῷ κάλλιστον καὶ ἀνθηρότατον συνενεγκαμένους καὶ συνερανισαμένους καὶ ταῦτα ἁρμοδίως πλέζαντας καὶ ἐμμελῶς ἑνώσαντας, προβαλέσθαι πρόβλημα εἰς τιμὴν καὶ δόξαν τοῦ Βυθοῦ,

τελειὁτατον κάλλος τι καὶ ἄστρον τοῦ Πληρώματος, τέλειον Καρπὸν τὸν Ἰησοῦν, ὃν καὶ Σωτῆρα προσαγορευθῆναι καὶ Χριστὸν καὶ Λόγον πατρωνυμικῶς καὶ τὰ Πάντα, διὰ τὸ ἀπὸ πάντων εἶναι· δορυφόρους τε αὐτῷ εἰς τιμὴν † τὴν αὐτῶν ὁμογενεῖς ἀγγέλους συμπροβεβλῆσθαι.