Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

Μετὰ τούτοις τοὺς Ἐβιωναίους καλουμένους, <αὐτ>ῶν τὴν μοχθηρίαν διοδεύσαντες τάς τε ἄλλας ἐπαγγειλάμενοι θεοῦ δυνάμει * τὰς ἑξῆς, ἐτέρων θηρῶν μορφὰς καὶ ἰοὺς ἑρπετῶν δήγματά τε καὶ δηλητήρια ἐχούσας, ὅσαπερ ἐν ταῖς αὐτῶν διδασκαλίαις ὡς ἀπὸ χάσματος ἰδεῖν ἔνεστι, πυρβόλου ἢ ἐρπετοῦ δεινοῦ καὶ βασιλίσκου †κεκυημένας, ἐπὶ τὴν τῶν Οὐαλεντίνων αἵρεσιν διέξειμι, τὸν ἔλεγχον αὐτῶν κατὰ δύναμιν ποιούμενος, τῶν δὴ καὶ Γνωστικῶν ἑαυτοῖς ἐπιθέντων ὄνομα, ὡν διαφοραὶ μέν εἰσι δέκα ἐν μαᾷ πληγῇ

τῆς αὐτῶν ὀνειρο- [*](4 vgl. Aelian de nat. anim. II 50 — 11ff zur Darstellung des Epiph. vgl. insbesondere (Justin dial. 35 Hegesipp bei Eusebius h. e. IV 22, 5 S. 372, 1 Schwartz) Irenaeus adv. haer. I 1, Iff; 1 8ff Harvey u. I 11, 1ff, I 98ff Hippolyt refut. VI 3. 21ff Tertullian adv. Valentinianos u. sonst Ps. Tertullian adv. omn. haer. 4 Filastrius haer. 38; S. 20, 23ff Marx, sowie die bei Clemens AI. u. Origenes erhaltenen ücke V Μ) [*](1 ἀπώτεσι, μ oben über Vcorr 3f τῶν . . . μετιόντων *] τοῖς . . . μετιοῦσι V M 4 τόπων] τούτων M | ἀναμέσων M | τῶν2 < M 6 καὶ getilgt Vcorr 10 Unterschrift κατὰ Ἐβιωναίων ݲ(!) καὶ /// λαݲ V (die Zahlen eigentlich zur folgenden überschrift) 11 κατὰ Οὐαλεντίνων τῶν καὶ Γνωστικῶν V κατὰ Οὐαλεντίνων τῶν καὶ Γνωστικῶν Γα ἢ καὶ λαݲ M 12 <αὐτ>ῶν 13 τάς τε ἄλλας getilgt, ür hinter ἐπαγγειλάμενοι ein τε angeflickt Vcorr * 〈ἐλέγχειν〉 * 15 ὅσαπερ zu ὡς ändert Vcorr; lies wohl ὥσπερ * 16 ἔνεστι] ἔστι M 17 † κ·εκυημένας] lies wohl τρόπους) κεκτημένας * ἔλεγχον] λόγον getilgt u. ἔλεγχον am Rande gesetzt Vcorr 18 ἑαυτοὺς V)

383
πολίας συζυγιῶν τε καὶ ὀγδοάδων καὶ ἀρρενοθηλείων αἰώνων <κατ᾿> ἄλλην ἄλλης ἰσορρόπως πεπληγμένων, οὐκέτι μὲν κατὰ χρόνους τάττων διαδοχῆς τὴν σύνταξιν, ἀλλὰ κατὰ πρόβασιν ἀφ᾿ ἑτέρας εἰς ἑτέραν διερχόμενος.

ἐν ἑνὶ γὰρ χρόνῳ οὑτοι πάντες ὡς μύκητες ἐκ γῆς ἐβλάστησαν καὶ ὥσπερ κακόρ<ρ>εκτα καὶ δυσώδη βοτανῶν καὶ χόρτος ἀκανθώδης καὶ ὡς φωλεὸς πολλῶν σκορπίων ἐξ ἑνὸς πάντες καιροῦ τῷ βίῳ ἐβλάστησαν καί, ὡς προεῖπον, δίκην μυκήτων ἀμορφίας ὑπὸ μίαν θῆξιν πεφήνασιν, ὡς καὶ ἤδη τῷ ἁγιωτάτῳ Εἰρηναίῳ περὶ αὐτῶν προείρηται.

σύγχρονοι γὰρ γεγόνασιν οὗτοι πάντες, ἕκαστος δὲ ἀπὸ τοῦ ἑτέρου τὴν κακὴν πρόφασιν ἐρανισάμενοι, ἄλλος ἀπὸ] ἄλλου ἔτι περισσότερόν <τι> βουλόμενος * χάριν ἑαυτῷ προετύπωσε διαφορὰν κακῆς ἐξευρέσεως.

καὶ πάντες Γνωστικοὺς ἑαυτοὺς ὠνόμασαν, Οὐαλεντῖνός τε φημὶ καὶ οἱ πρὸ αὐτοῦ Γνωστικοί, ἀλλὰ καὶ Βασιλείδης καὶ Σατορνῖλος καὶ Κολόρβασος, Πτολεμαῖός τε καὶ Σεκοῦνδος, Καρποκρᾶς καὶ ἄλλοι πλείους.

ἀλλὰ τὰς πάσας ἐνταῦθα ὀνομάσαντες διὰ τὴν ἐν ἑνὶ καιρῷ σχέσιν πάντων τῆς ἀναδύσεως καὶ κακοβλάστου *, ὅμως τῆς ἑκάστου σπορᾶς κακόνοιαν ἰδίᾳ ἀφηγησόμεθα. τέως δὲ ἐπὶ τὸν προκείμενον αἱρεσιάρχην καὶ τραγῳδοποιὸν ἐλεύσομαι, φημὶ δὲ Οὐαλεντῖνον καὶ τὴν αὐτοῦ διδασκαλίαν, τὴν ἀπὸ τῆς μεγάλης ταύτης Γνωστικῆς ἐπαγγελίας ὑπάρχουσαν, καταγνωστικῆς δὲ ληρῳδίας *, ὡς τοῖς συνετοῖς καταγινωσκομένη εὑρίσκεται καὶ καταγέλαστος.