Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

εἰ δὲ καὶ ταῦτα ἠδυνήθης ποιῆσαι, ὅπερ οὐ δύνῃ διὰ τὴν κακοπιστίαν σου. οὐ λέγω * ὡς ὁ Χριστός. οὐ γὰρ δύνῃ ἀπεικασθῆναι θεῷ, φθαρτὸς ὢν ἄνθρωπος καὶ ἠπατημένος, ἀλλ’ οὔτε Χριστοῦ τὸ ὄνομα ἐπὶ θεοσημείοις δύνασαι ἐπικαλέσασθαι, κἄν τε ἐπικαλέσῃ, οὐκ ἐνεργεῖς.

εἰ δὲ καὶ ὅλως ἐνεργεῖς Παραλυτικὸν ἀναστῆσαι, εἶχεν ἄν, διὰ τοῦ ὀνόματος τοῦ Ἰησοῦ ἀναστάς, καὶ σύνεσιν παρ’ αὐτοῦ λαβεῖν, ἵνα σοῦ μὴ ἀνάσχηται σαββατίζειν, ἀλλὰ παρὰ τοῦ ὀνόματος τοῦ ἰασαμένου * μαθε[ν ὅτι »ἀρον τὸν κράββατόν σου καὶ πορεύου εἰς τὸν οἶκόν σου έν σαββάτῳ«.

ἤδη δέ μοι εἴρηται ὡς διαφόρως ἕκαστος αὐτῶν περὶ Χριστοῦ ὑποβάλλει, ποτὲ μὲν αὐτὸς ὁ Ἐβίων λέγων ἐκ παρατριβῆς ψιλὸν ἄνθρωπον αὐτὸν γεγενῆσθαι, ἄλλοτε δὲ οἱ ἀπ᾿ αὐτοῦ Ἐβιωναῖοι ἄνω δύναμιν ἐκ θεοῦ κεκτῆσθαι τὸν υἱόν, καὶ τοῦτον κατὰ καιρὸν τὸν Ἀδὰμ ἐνδύεσθαί τε καὶ ἐκδύεσθαι, ὠν τὰς διαφόρους γνώμας έν δυνάμει θεοῦ ἀνετρέψαμεν.

[*](22 Joh. 0, 8 — 24 vgl. S. 335, 21 ff V Μ)[*](3 οὐχ aus οὐκ V οὐκ M 4 καὶ] * 6 * etwa 〈προάγων〉 * | ἐλλιπῶς, ι statt ει Vcorr 13 γεννητῆς Μ 16 * etwa εἶναί σε > * 18 τὸ ὄνομα Χριστοῦ V 18f ἐπικαλεῖσθαι Μ 20 εἶχες Μ | ἂν hineingeflickt Vcorr < Μ 21 οὐ vor σύνεσιν getilgt Vcorr 22 διὰ auf Rasur statt παρὰ Vcorr | * etwa 〈δύνηται〉 * 26 αὐτὸν γεγενῆσθαι am Rande nachgetragen Vcorr < 27 τὸν < V | υἱὸν] Χριστὸν? *, nach S. 337, 1 u.)
382

Καὶ τί μοι ἔτι διατρίβειν ἐν ἁλίμοις καὶ ἀμπώτεσι τόποις, πῆ μὲν ἐπικλυζομένοις πῆ δὲ καταξηραινομένοις, ἐξ ὠνπερ Μύων ἐκβράσματα πολλάκις γίνεται καὶ τοῖς ποσὶ τῶν τὰς ὄχθας τούτων μετιόντων τῶν τόπων ἐκ τοῦ ἀνὰ μέσον τῶν Ἰχθύων τινὰ ἰοβόλα εἶναι, τρυγόνας δέ φημι καὶ δρακαίνας καὶ καρχαρίας καὶ σμυραίνας, ὡς καὶ ἤδη προείρηται) βλάβην ἐμποιεῖ.

παρελεύσομαι τοίνυν τὸν τόπον αὐθις, θεῷ εὐχαριστῶν ὅτι καὶ ταύτην τὴν αἵρεσιν εἰς τοὐπίσω ἐτρέψαμεν, οὐ παρέργως ἀλλὰ καὶ ἐπιμελῶς ἐλέγξαντες.

ἐπ’ ἄλλας δὲ καθεξῆς ἑαυτοὺς ἐπιδῶμεν, ἀγαπητοί, θεὸν αἰτούμενοι βοηθόν, ὅπως τῆς ἐπαγγελίας τὸ πλήρωμα αὐτὸς δι’ ἡμῶν τελειώσῃ.