Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

2. Οὐαλεντῖνος μὲν οὐν οὗτος τῷ χρόνῳ διαδέχεται τοὺς πρὸ αὐτοῦ προτεταγμένους, βασιλείδην τε καὶ Σατορνῖλον, Ἐβίωνά τε [*](4ff vgl. Iren. I 29, 1; I 221f Harvey super hos aidein ex his qui praedicti sunt Simoniani multitudo Gnosticorum Barbelo exsurrexit et velut a terra fungi manifestati sunt V Μ) [*](1 αἰωνίων V | <κατ᾿> * 2 ἄλλης *] ἄλλως V Μ 3 Dind. Oh.] πρόσβασιν V M 8 τῇ ἀμορφίᾳ aus ἀμορφίας hergestellt Vcorr θί///ξιν, ι aus η Vcorr θίξιν Μ 9 περὶ αὐτῶν am Rande nachgetragen Vcorr ݲ M 11 ἀπὸ] * | <τι> * | * <ἐξευρεῖν> * ἐπιδειξίας aus ἐπιδεξιᾶς Vcorr ἐπιδεξιᾶς Μ 12 ἐξευρήσεως M 13 ὀνόμασαν M 15 Σεκοῦνδος am Rande statt Σεδοῦκτος gesetzt Vcorr 17 σύσχεσιν aus σχέσιν Vcorr σχέσιν M | τῆς1] τὴν V | * etwa <διδασκαλίας> * | ὅμως *] ὁμοῦ V 19 τραγωδοποιὸν, ὸν aus ῶν Vcorr | ἐλευσόμεθα V | vor φημὶ ein καὶ getilgt Vcorr 20 διδασκαλίαν + 〈ἐκθήσομαι〉? * 21 γνωστικὴν V | ὑπάρχουσαν, αν auf Rasur Vcorr | * μεστὴν οὐσαν> * 23 οὑστος + οὑ)

384
καὶ Κήρινθον καὶ Μήρινθον καὶ τοὺς ἀμφ᾿ αὐτούς· οὗτοι γὰρ πάντες ἐν ἑνὶ καιρῷ τῷ βίῳ κακῶς ἐφύησαν, ὀλίγῳ δὲ πρόσθεν μᾶλλον οἱ περὶ Κήρινθον καὶ Μήρινθον καὶ Ἐβίωνα· ἅμα γὰρ τοῖς ἤδη μοι πρὸ αὐτῶν δεδηλωμένοις ἀνεφύησαν.

τὴν μὲν οὖν αὐτοῦ πατρίδα ἢ πόθεν οὑτος γεγέννηται, οἱ πολλοὶ ἀγνοοῦσιν· οὐ γάρ τινι ῥᾴδιον τῶν συγγραφέων μεμέληται τούτου δεῖξαι τὸν τόπον. εἰς ἡμᾶς δὲ ὡς ἐνηχήσει φήμη τις ἐλήλθε· διὸ οὐ παρελευσόμεθα, καὶ τὸν τούτου τόπον μὴ ὑποδεικνύντες, ἐν ἀμφιλέκτῳ μέν εἰ δεῖ τὰ ἀληθῆ λέγειν), ὅμως τὴν εἰς ἡμᾶς ἐλθοῦσαν φάσιν οὐ σιωπήσομεν.

ἔφασαν γὰρ αὐτόν τινες γεγενῆσθαι Φρεβωνίτην, τῆς Αἰγύπτου Παραλιώτην, ἐν Ἀλεξανδρείᾳ δὲ πεπαιδεῦσαθι τὴν τῶν Ἑλλήνων παιδείαν.

ὅθεν κατὰ μίμημα τῆς κατὰ τὸν Ἡσίοδον θεογονίας τῶν <τε> παρ’ τῷ Ἡσιόδῳ τριάκοντα θεῶν λεγομένων καὶ αὐτὸς τὴν ἐθνόμυθον ποίησιν εἰς τὸν ἑαυτοῦ νοῦν λαβὼν καὶ ἀπὸ τῶν σὺν αὐτῷ καὶ πρὸ αὐτοῦ τῆς ἀληθείας ἐκπεπτωκότων τὴν ὑπόνοιαν κτησάμενος, καὶ αὐτὸς τὰ ἴσα τῷ Ἡσιόδῳ ἀπὸ ἑτέρων ὀνομάτων εἰς ἕτερα ματαποιήσας ἠθέλησε φαντάσαι τὸν κόσμον.

τριάκοντα γὰρ καὶ οὗτος θεοὺς καὶ αἰῶνας καὶ οὐρανοὺς βούλεται παρεισάγειν· ὧν ὁ μὲν πρῶτός ἐστι Βυθός, ὡς καὶ αὐτὸς ἔφη ἀφραίνων τῇ διανοίᾳ ὁποῖα ἀμέλει καὶ ὁ αὐτοῦ προβολεὺς τῆς ἐννοίας Ἡσίοδος Χάος πρώτιστα θεῶν« ἔφη· Χάος δὲ καὶ Βυθὸς τίνι οὐκ ἂν σαφῆ εἵη τὸ ὁμώνυμον κεκτημένα;

ὅρα δὲ τὴν τοῦ ἀγύρτου τετραγῳδημένην μυθοποιίαν καὶ μοχθηρὰν διδασκαλίαν. τριάκοντα γὰρ οὑτος, ὡς ἔφην, αἰῶνας βούλεται παριστᾶν, οὓς καὶ θεοὺς ὀνομίζει, δεκαπέντε ἄρρενας καὶ θηλείας τοσαύτας εἶναι λέγων.