Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

εὐθὺς γὰρ φράζει ὁ κύριος λέγων ὅτι οὐ διὰ τοῦτο εἶπεν, ἀλλὰ διὰ τοὺς διωγμοὺς καὶ τὴν τῶν Ἰουδαίων εἰς αὐτὸν παροινίαν, καί φησιν εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ ἐμὲ ἐμίσησαν, καὶ ὑμᾶς μισήσουσιν‘. οὐκ ἐμὲ λέγετε κύριον καὶ διδάσκαλον; καὶ καλῶς λέγετε, εἰμὶ γάρ«· »εἰ οὖν τὸν οἰκοδεσπότην Βεελζεβοὺλ ἐκάλεσαν,

πόσῳ γε μᾶλλον τοὺς οἰκιακοὺς αὐτοῦ;‘ καί οὐ δύναται δοῦλος εἶναι ὑπὲρ τὸν κύριον αὐτοῦ οὐδὲ μαθητὴς ὑπὲρ τὸν διδάσκαλον αὐτοῦ· ἤτω δὲ κατηρτισμένος κατὰ πάντα ὁ μαθητής, ὡς ὁ διδάσκαλος« τουτέστιν ἕτοιμος εἰς διωγμὸν καὶ κακολογίαν καὶ πᾶν ὁτιοῦν ἐπιφερόμενον.

ὅθεν καὶ ὁ ἅγιος Παῦλος ἔλεγεν μιμηταί μου γένεσθε καθὼς κἀγὼ Χριστοῦ«. καὶ οὐχ ὅτι ἐκεῖνος ἐμιμεῖτο τὸν αὐτοῦ δεσπότην ὡς οὐκ ἔδει· οὐδὲ γὰρ ἔλεγεν ὅτι θεός εἰμι ἢ υἱὸς θεοῦ εἰμι ἢ Λόγος ὁ θεός εἰμι· λέγει γὰρ ὅτι »ἐγώ εἰμι ὁ ἐλάχιστος τῶν ἀποστόλων« καὶ »ὡσπερεί τῳ ἐκτρώματι ὤφθη κἀμοί‘.

34. Εἰ δὲ σύ, Ἐβίων, λαμβάνεις τὸ ῥητὸν τοῦτο ἐπὶ μιμήσει Χριστοῦ καὶ ἀπὸ τῆς περιτομῆς <περὶ> ἡς ματαιοφρονεῖς θέλεις ὡς ὁ διδάσκαλος, μᾶλλον δὲ ὡς ὁ κύριος, μὴ ἐν τῇ περιτομῇ αὐτῷ ὁμοιοῦ· οὐ γάρ σε ὠφελήσει. παρήνεγκε γὰρ ὁ κύριος τὸν ταύτης χρόνον, ὡς διὰ πολλῶν μαρτυριῶν σαφῶς ἀπεδείξαμεν.

ἦλθεν γὰρ [*](5 vgl. S. 368, 11ff — 6 Matth. 10, 25 — 13 Joh. 15, 20 — 14 Job. 13, 13 — 15 Matth. 10, 25 — —19 Matth. 10, 25 Luk. 6, 40 — 21 I Kor. 11, 1 — 24 I Kor. 15, 9. 8 V Μ) [*](1 καὶ Ἰουδαῖοι] * 5 ᾧ] ὃ M 7 ἀπὸ ändert zu διὰ u. äß die folgenden Genitive in Accusative verwandelt Vcorr 21 ἔλεγεν < V 23 θεοῦ aus λόγος ὁ θεὸς hergestellt Vcorr 27 <περὶ> * | ματαίως φρονεῖς ματαιοφρονεῖς Vcorr 29 κύριος] Χριστὸς M 30 μαρτύρων (von äterer Hand verbessert) V)

381
καὶ ἐπλήρωσεν, δοὺς τὴν τελείαν περιτομὴν τῶν αὐτοῦ μυστηρίων οὐκ ἐν ἑνὶ μέλει μόνῳ, ἀλλ᾿ ὅλον σῶμα σφραγίσας καὶ περιτεμὼν ἀπὸ ἁμαρτίας, καὶ οὐχ ἓν μέρος λαοῦ σῴζων τουτέστιν ἄνδρας μόνους, ἀλλὰ καὶ] ὅλον λαὸν τὸν τῶν Χριστιανῶν κατὰ ἀλήθειαν ἄνδρας τε καὶ γυναῖκας ὁμοῦ σφραγίζων καὶ εἰς οὐρανῶν βασιλείας κληρονομίαν ἀφθόνως *, καὶ οὐκ ἐλλιπῶς ἑνὶ τάγματι τῶν ἀνδρῶν μόνον κατὰ ἀσθένειαν τὴν σφραγῖδα παρέχων, ἀλλὰ λαῷ ὁλοτελεῖ διὰ τῆς σφραγῖδος καὶ ἐντολῶν καὶ ἀγαθῆς διδασκαλίας τὴν βασιλείαν τῶν οὐρανῶν ἀποκαλύπτων.

εἰ δὲ ὡς ὁ κύριος βούλει εἶναι, ὦ Ἐβίων, τουτέστιν ὡς ὁ διδάσκαλος, πολὺ ἠπάτησαι. μὴ ἐν τῇ περιτομῇ ἀπεικάζου, ἀλλὰ κάλεσον τὸν Λάζαρον ἀπὸ μνημείου ἢ ἄλλον νεκρὸν ἔγειρον, λεπροὺς καθάρισον ἢ τυφλοῖς χάρισαι τὸ βλέπειν ἢ ἐκ γενετῆς παραλυτικὸν ἴασαι, εἰ δύνῃ· οὐ δύνῃ δέ, ὅτι ἐναντίως πράττεις, ἀπιστίᾳ κατεχόμενος καὶ δεσμοῖς σαρκὸς καὶ δικαιώμασι νόμου ἀπληρώτοις.