Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ἐὰν δὲ ὑΠερθῶνται διὰ τὸ μὴ λῦσαι τὸ σάββατον, ἐνάτῃ λοιπὸν περιτέμνουσι τὴν περιτομὴν καὶ ἔλυσαν αὐτὴν τὴν περιτομὴν καὶ τὸν περὶ αὐτῆς τῶν ὀκτὼ ἡμερῶν ὅρον τοῦ προστάγματος.

33. Ἀλλὰ οὔτε ἦν τελεία ἡ πρώτη περιτομή, ἀλλὰ σημείου χάριν ἐδόθη, εἴς τε ὑπόμνησιν τῶν μετὰ ταῦτα καὶ διὰ τὸν δισταγμὸν τοῦ ἁγίου Ἀβραὰμ ὡς προείρηται ἐπιτιμηθέντος καὶ τύπου ἕνεκα τῆς μεγάλης τῆς τὰ πάντα κατ᾿ ἰσότητα πληρούσης ἐν τοῖς καταξιουμένοις.

ἐκείνη μὲν γὰρ εἰ ἠν ἁγιαστείας ἕνεκα καὶ κληρονομίας οὐρανῶν βασιλείας χάριν, ἄρα ἐστέρηται Σάρρα τῆς βασιλείας καὶ Ῥεβέκκα καὶ Λεία καὶ Ῥαχὴλ καὶ Ἰωχαβὲτ καὶ μαρία ἡ ἀδελφὴ Μωυσέως καὶ πᾶσαι αἱ ἅγιαι γυναῖκες, καὶ οὐ δυνήσονται κληρονομεῖν βασιλείαν οὐρανῶν, μὴ δυνηθεῖσαι τὴν περιτομὴν τοῦ Ἀβραὰμ ἔχεινμ, ἣν θεὸς αὐτῷ δεδώρηται κατὰ τὸν τούτων λόγον. εἰ δὲ οὐκ ἐστέρηνται αὑται τῆς βασιλείας τῶν οὐρανῶν, καίτοι οὐ μετεσχηκυῖαι περιτομῆς, οὐδὲν οὐδὲν ἰσχύει ἡ νῦν ἔνσαρκος περιτομή.

τί δὲ καυχᾶται Ἐβίων περὶ περιτομῆς, ὁπότε καὶ οἱ εἰδωλολάτραι καὶ ἱερεῖς τῶν Αἰγυπτίων περιτομὴν ἔχουσιν; ἀλλὰ καὶ οἱ Σαρακηνοὶ οἱ καὶ Ἰσμα- [*](14 vgl. S. 371, 21ff — 25ff vgl. dement. Recogn. I 33 VIII 53 Origenes c. Geis. I 22; I 72, 23ff ötschau V 41; II 45, 4ff V 48; II 52, 11ff u. bei Eusebius praep. ev. VI 11; Migne 21, 501 A V Μ) [*](1 ἐνδελεχὴ Μ | καὶ < M 2 προεφήτευον, ε oben über Vcorr Μ 4 γὰρ] δὲ V 8 περιτέμοντες V 10 ἐν///άτη, ν ausradiert V ἐννάτη M 11 αὐτὴν getilgt Vcorr | περὶ αὐτῆς τῶν ὀκτὼ ἡμερῶν Rande angeflickt Vcorr < Μ 14 τῶν *] αὐτῶν V M | τὸν aus τῶν Vcorr 16 τὰ κατὰ Vcorr 17 ἁγιαστείας, α getilgt Vcorr 18 χάριν + >? * 19 Λεία aus ἡλία hergestellt Vcorr λία M | Ἰωχαβὲθ aus Ἐλισαβὲν hergestellt Vcorr Ἐλισαβὲτ Μ 25 < , περιτομὴν aus περιτομῆς Vcorr | ἰερεῖς Pet]. μιαρεῖς V μηερεῖς M 26 οἰς] εἰ Μ)

380
ηλῖται περιτομὴν ἔχουσι καὶ Σαμαρεῖται καὶ Ἰουδαῖοι] καὶ Ἰδουμαῖοι καὶ Ὁμηρῖται. τούτων δὲ οἱ πλείους οὐ διὰ νόμον τοῦτο ποιοῦσιν, ἀλλὰ ἀλόγῳ τινὶ συνηθείᾳ.

Καὶ ἁπλῶς πολὺν χρόνον ἀναλώσω κατατριβόμενος εἰς τὴν τούτου ληρῳδίαν, διὰ τὸ ἐπερείδεσθαι αὐτὸν μάτην τῷ ῥητῷ ᾡ εἴρηκεν ὁ σωτήρ ἀρκετὸν τῷ μαθητῇ εἶναι ὡς ὁ διδάσκαλος«, ἵνα καὶ αὐτὸς σεμνύνηται τὴν ἰδίαν περιτομὴν ἀπὸ τῆς τοῦ Χριστοῦ περιτομῆς τῆς ἐν αὐτῷ καλῶς περιτμηθείσης καὶ δι᾿ αὐτοῦ καταλυθείσης.

ὅμως ἐπειδὴ βούλεται ὁ κτηνώδης διὰ τὴν πρὸς τὸν Χριστὸν μίμησιν λαμβάνειν τοῦτον τὸν λόγον, οὐκ ὀκνήσω δεῖξαι ὅτι οὐ διὰ τοῦτο εἴρηται.