Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

25. Περὶ δὲ τοῦ ἁγίου Παύλου ὡς βλασφημοῦντες αὐτὸν λέγουσι πόσα ἔχω λέγειν; πρῶτον μὲν γὰρ λέγουσιν αὐτὸν Ἕλληνά τε καὶ ἐξ ἐθνῶν ὑπάρχειν. προσήλυτον δὲ γεγονέναι ὕστερον.

πῶς οὖν αὐτὸς λέγει περὶ ἑαυτοῦ ὅτι »Ἑβραῖος ἐξ Ἑβραίων, ἐκ σπέρματος Ἀβραάμ, φυλῆς Βενιαμίν, κατὰ νόμον Φαρισαῖος, περισσοτέρως ζηλωτὴς ὑπάρχων τῶν πατρικῶν μου παραδόσεων«·

καὶ ἐν ἄλλῳ τόπῳ λέγει »Ἰσραηλῖταί εἰσι, κἀγώ· σπέρμα Ἀβραάμ εἰσι, κἀγώ«, καὶ φησι περιτομῇ ὀκταήμερος καὶ ἀνατεθραμμένος παρὰ τοὺς πόδας Γαμαλιὴλ καὶ Ἑβραῖος ἐξ Ἑβραίων‘.

καὶ ὦ τῶν δεινῶν ἑρπετῶν τὰ δεινὰ κωκύματα καὶ τὰ δρακοντοειδῆ συρίγματα καὶ τῆς κενοφωνίας τὰ δηλητήρια. τίνος δὲ λήψομαι τὴν μαρτυρίαν; Ἐβίωνος καὶ τῶν κατ’ αὐτὸν ἢ τοῦ ἁγίου Πέτρου τοῦ λέγοντος ὡς ἔγραψεν ὑμῖν ὁ ἀδελφός μου Παῦλος, ἅτινά ἐστι βαθέα καὶ δυσερμήνευτα, ἃ οἱ ἀμαθεῖς καὶ ἀστήρικτοι διαστρέφουσι τῇ ἑαυτῶν ἀγνωσίᾳ‘;

πάλιν δὲ ὁ ἅγιος Παῦλος μαρτυρεῖ καὶ αὐτὸς τοῖς περὶ Πέτρον λέγων »Ἰάκωβος καὶ Ἰωάννης καὶ Κηφᾶς, οἱ δοκοῦντες στῦλοι εἶναι, δεξιὰς ἔδωκαν ἐμοί τε καὶ Βαρνάβᾳ κοινωνίας‘. κἄν τε γὰρ Ταρσέα ἑαυτὸν εἴποι, οὐκ ἀπὸ τούτου πάντως δέδοται πρόφασις τοῖς λεξιθηροῦσι τὰ εἰς ἑαυτῶν καταστροφὴν καὶ τῶν πειθομένων * οὕτως ἔχειν.

καὶ γὰρ καὶ Βαρνάβαν λέγει, Ἰωσήφ ποτε καλούμενον Βαρνάβαν δὲ μετακληθέντα, υἱὸν παρακλήσεως ἑρμηνευόμενον, Λευίτην Κύπριον [*](2f vgl. Irenaeus III 3, 4; II 15 Harvey — 10 Phil. 3, 5 Gal. 1, 14 — 18 II Kor. 11, 22 — 14 Phil. 3, 5 Act. 22, 3 — 18 E Petr. 3, 15f — 21 Gal. 2, 9 — 23 vgl. Act. 22, 3 — 26 Act. 4, 36 V Μ) [*](1 ἐπὶ τὸ M 2 συντετυχέναι Μ | γὰρ] δὲ M 3 ἄχρι] ἕως M 5 τω aus τὸ V τὸ M 7 ὡς — λέγουσιν am Rande nachgetragen Vcorr < M 8 angeflickt Vcorr 10 αὐτῶν Μ 11 Βενιαμεὶν M 12 παραδό//σεων, ο aus ω Vcorr παραδώσεων M 14f Γαμαλιήλου M 16 δεινὰ < M | κωκύματα κυήματα Vcorr κυήματα M 17 λή///ψομαι, μ ausradiert V 18 τοῦ2 < 21 καὶ angeflickt Vcorr 23 αὐτὸν M 24 λεξιθηροῦσι aus λέξεσι θηροῦσι Vcorr 25 * etwa αὐτοῖς ὑπ᾿ αὐτῶν πεπλασμένα) * 26 καὶ2 <)

367
τῷ γένει. καὶ οὐ πάντως ἐπειδὴ Κύπριος ἠν, οὐκ ἠν ἀπὸ τοῦ Λευί, ὡς καὶ ὁ ἅγιος Παῦλος, εἰ καὶ ἀπὸ Ταρσοῦ ὡρμᾶτο, οὐκ ἠν ἀλλότριος τοῦ Ἰσραήλ.

διασπαρέντων γὰρ πολλῶν ἐν τοῖς χρόνοις Ἀντιόχου τοῦ Ἐπιφανοῦς καὶ ἐν χρόνοις ἄλλοις, καθότι συνέβαινε πόλεμος, καὶ αἰχμαλωτισθέντων καὶ † δοθέντων εἰς πολιορκίαν, οἱ μὲν αἰχμάλωτοι ἀρθέντες ἐπέμειναν ἔν τισι τόποις, οἱ δὲ ἀπὸ τῆς τοιαύτης αἰτίας ἀναχωρήσαντες κατῴκουν ἕκαστος ὅπου κατείληφεν.