Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ὡς καὶ ὁ Ιερεμίας ἔλεγε περὶ περὶ τοῦ Ἰσραήλ, καθάπερ πολλάκις τοῦτο αὐτὸ συμβέβηκε τὸ ἀποδιδράσκειν ἀπὸ προσώπου τῶν πολεμίων, ὅτι »καὶ εἰς Κιτιεῖς ἐὰν ἀπέλθῃς, οὔτε οὔτε ἐκεῖ σοι ἀνάπαυσις ἔσται«.

παντὶ δέ τῳ δῆλόν ἐστιν ὅτι Κίτιον ἡ Κυπρίων νῆσος καλεῖται· Κίτιοι γὰρ Κύπριοι καὶ Ῥόδιοι. ἀλλὰ καὶ ἐν τῇ Μακεδονίᾳ τὸ γένος κατῴκηκε Κυπρίων τε καὶ Ῥοδίων· ὅθεν δὴ καὶ Ἀλέξανδρος ὡρμᾶτο ὁ Μακεδών. καὶ τούτου ἕνεκεν ἐμφέρεται ἐν τοῖς Μακκαβαίοις ὅτι »ἐξῆλθεν σπέρμα] ἐκ γῆς Κιτιέων«· καὶ γὰρ ἐκ σπέρματος τῶν Κιτιέων Ἀλέξανδρος ὁ Μακεδών.

ἀλλὰ γενόμενος πάλιν ἐν τῷ τόπῳ , διὰ τὸν ὑποπεσόντα λόγον διεξελθὼν τὴν περὶ τούτων ἱστορίαν, φημὶ ὅτι ἀπὸ τῆς μετοικήσεως πολλοὶ τὰς ἄλλας χώρας κατοικήσαντες τοῦ Ἰσραὴλ ἠσαν σπέρματος κατὰ διαδοχήν.

ἐλέγοντο γὰρ καὶ ἑκάστης χώρας πατριῶται, ὡς καὶ αἱ θυγατέρες τοῦ Ἰοθὸρ τὴν ἀντίληψιν τοῦ Μωυσέως τῷ πατρὶ ἀπήγγειλαν, ὡς ἀποστήσας τοὺς ποιμένας ἐποτισεν αὐτῶν τὰ πρόβατα, καὶ πορευθεῖσαι περὶ τούτου ὑφηγοῦντο τῷ ἰδίῳ πατρί, τοῦ δὲ λέγοντος ὅτι »διὰ τί ἐταχύνατε σήμερον τοῦ ἐλθεῖν;«

πρὸς αὐτὸν ἔφασαν ὅτι »ἀνὴρ Αἰ/γύπτιος ἐρρύσατο ἡμᾶς ἀπὸ τῶν ποιμένων καὶ ἤντλησε καὶ [*](D121) ἐπότισεν ἡμῶν τὰ θρέμματα«, καὶ εὐθὺς ὁ αὐτὸς ἔφη πρὸς αὐτάς »καὶ τί οὐκ ἠγάγετε αὐτὸν ὡδε, ἵνα φάγῃ ἄρτον;«

τίς δὲ οὐκ [*](8—11 vielmehr Jes. 23, 12 — 15 I Makk. 1, 1 — 24ff Exod. 2, 18ff — 27 Exod. 2, 20 — 27ff vgl. Exod. 6,ff V M) [*](4 εἴποτε aus καθότι Vcorr 5 καὶ1 < V | † δοθέντων εἰς πολιορκίαν] wohl ἀποδράντων διὰ πολιορκίαν *, vgl. Z. 7 ἀναχωρήσαντες u. Z. 9 ἀποδιδράσκειν 6 lies ἀχθέντες? * | τῆς < V 9 αὐτῶ M | ἀποδράσκειν V 9f πολέμων 10 εἰς σκιτιεῖς M 11 τῳ] τὸ M 15 σπέρμα] * 16 Κιτιέων *] Ἑλλήνων V M 17 ἐμπεσόντα, ἐμ aus ὑπο Vcorr | διεξῆλθον aus διεξελθὼν Vcorr //// 18 φημὶ *] πλὴν V M 19 οικήσαντες, κατ wegradiert Vcorr κατωκήσαντες M 21 ἀντίλη///ψιν, μ wegradiert Vcorr 22 vor ἀποστήσας + ὁ Μ | πρόβατα] θρέμματα M 23f τί ὅτι aus ὅτι διὰ τί Vcorr 24 πρὸς] ἐπ’ V)

368
οἶδεν ὅτι Μωυσῆς υἱὸς μὲν γίνεται τοῦ Ἀμρὰμ καὶ τῆς Ἰωχαβέτ, Ἀμρὰμ δὲ τοῦ Καάθ, Καάθ δὲ τοῦ Λευί, Λευὶ δὲ τοῦ Ἰακώβ, Ἰακὼβ δὲ τοῦ Ἰσαάκ, Ἰσαὰκ δὲ τοῦ Ἀβραάμ; καὶ οὐκ ἀπὸ τοῦ καλεῖσθαι τὸν Μωυσέα Αἰγύπτιον πάντως ἡ τῆς εὐγενείας καὶ τοῦ σπέρματος διέπεσεν ἀκολουθία.

οὗτοι δὲ καταλείψαντες τὴν ὁδὸν οἱ ἀπὸ τοῦ Ἐβίωνος πεπλανημένοι ἐπὶ πολλὰς διεστραμμένας ὁδοὺς καὶ ἀνάντη τρίβον τὸν νοῦν ἐκδεδώκασιν.