Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

24. Πάλιν δὲ ὁ αὐτὸς ἅγιος Ἰωάννης κηρύττων ἐν τῇ Ἀσίᾳ ἱστορεῖται παράδοξον ἔργον τι πεποιηκὼς εἰς ὑπογραμμὸν τῆς ἀληθείας. πολιτείαν γὰρ ἔχων θαυμασιωτάτην καὶ συμπρέπουσαν αὐτοῦ τῷ ἀξιώματι τῆς ἀποστολῆς καὶ μηδ᾿ ὅλως λουόμενος, ἠναγκάσθη ὑπὸ τοῦ ἁγίου πνεύματος προελθεῖν ἕως τοῦ βαλανείου, εἰπὼν ὅτι λάβετέ μοι τὰ πρὸς βαλανεῖον‘.

καὶ τῶν συνεπομένων θαυμαζόντων ἦλθεν εἰς αὐτὸ τὸ λουτρὸν καὶ γεγονὼς πρὸς τὸν εὐωθότα ὑποδέχεσθαι τῶν λουομένων τὰ ἱμάτια ἤρετο τίς ἔνδον ἐστὶν ἐν τῷ βαλανείῳ·

ὁ δὲ ὀλεάριος <ὁ> ἐπὶ τῷ φυλάττειν τὰ ἱμάτια προσκαρτερῶν ἐν τοῖς γὰρ γυμνασίοις ἔργον τοῦτό τισιν ὑπάρχει πορισμοῦ ἕνεκα τῆς ἐφημέρου τροφῆς) ἔφη τῷ ἁγίῳ Ἰωάννῃ ὅτι Ἐβίων ἔνδον ἐστίν.

Ἰωάννης δὲ εὐθὺς συνεὶς τὴν τοῦ ἁγίου πνεύματος ὁδηγίαν, δι᾿ ἣν αἰτίαν προὐτρέψατο αὐτὸν ἕως τοῦ βαλανείου ἥκειν, ὡς ἔφην, μνήμης ἕνεκα τοῦ καταλιπεῖν ἡμῖν τὴν τῆς ἀληθείας ὑπόθεσιν, ὅτι τίνες εἰσὶν οἱ δοῦλοι Χριστοῦ καὶ ἀπόστολοι καὶ υἱοὶ τῆς αὐτῆς ἀληθείας, τίνα δέ ἐστι τὰ σκεύη τοῦ πονηροῦ καὶ πύλαι Ἅιδου, μὴ κατισχύουσαι τῆς πέτρας καὶ τῆς ἐπ᾿ αὐτῇ οἰκοδομηθείσης ἁγίας θεοῦ ἐκκλησίας, εὐθὺς ταράξας ἑαυτὸν καὶ οἰμώξας,

ἠρέμα εἰς τὸ πάντας ἀκοῦσαι εἰς μαρτύριον παραστάσεως ἀχράντου διδασκαλίας »σπεύσατε, ἀδελφοί« ἔφη »ἐξέλθωμεν ἐντεῦθεν, μὴ πέσῃ τὸ βαλανεῖον καὶ κατορύξῃ ἡμᾶς μετὰ Ἐβίωνος τοῦ ἔνδον ἐν τῷ βαλανείῳ διὰ τὴν αὐτοῦ [*](1 Joh. 1, 23 — 6 Joh. 2, 17 — 8 vgl. Joli. 12, 41 — 9ff Verwechslung mit Kerinth, vgl. Irenaeus III 3, 4; U 13 Harvey — 24f vgl. Matth. 16, 18 V Μ) [*](1 αὐτὸς am Rande nachgetragen Vcorr < Μ 4 ὁ κύριος am Rande Vcorr < M 5 ποιεῖτε V 7 αὐτὸς + ὁ M 10 ἔργον < M ἔχων] παρέχων M 14 τὰ oben hineingeflickt Vcorr | ἑπομένων M 15 γενόμενος aus γεγονὼς Vcorr 17 <ὁ> * | ἐπὶ τῷ U] ἐπὶ τὸ V ἐπὶ τῶν 18 γὰρ oben hineingeflickt Vcorr 24f κατισχύσαι Μ 25 ἐπ’ αὐτῆς V 27 παρατάσεως Μ 28f κατορύξῃ ἡμᾶς getilgt, ür am Rande ἀπολ(όμεθα V)

366
ἀσέβειαν«.

καὶ μηδεὶς θαυμαζέτω ἐπὶ τῷ ἀκοῦσαι Ἐβίωνα Ἰωάννῃ συντετυχηκέναι. πολυχρόνιος γὰρ καταμείνας τῷ βίῳ ὁ μακάριος Ἰωάννης διήρκεσεν ἄχρι τῆς τοῦ Τραϊανοῦ βασιλείας.

πάντες δὲ οἱ ἀπόστολοι ὅτι ἀπαλλοτριοῦσι τὴν τοῦ Ἐβίωνος πίστιν καὶ ἀλλοτρίν [*](Ö282) ἡγήσαντο τοῦ αὐτῶν κηρύγματὸς τοῦ χαρακτῆρος, παντί τῳ δῆλον.