Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

καὶ γὰρ οὐκ αἴτιον τὸ ἐργαλεῖον τῶν ὑπ’ αὐτοῦ γινομένων, ἀλλὰ ὁ ἐνεργῶν τὸ ἐνέργημα διὰ τοῦ ἐργαλείου δι' οὑ τὸ ἔργον γίνεται, ὡς καὶ γέγραπται »μὴ δοξασθήσεται πρίων ἄνευ τοῦ ἕλκοντος αὐτόν« καὶ τὰ ἑξῆς.

οὕτω δὲ ὸρῶμεν ὅτι οὔτε ἡ μάχαιρα αἰτία τοῦ φόνου, ἀλλὰ ὁ τῇ μαχαίρᾳ τὸν φόνον ἐπιχειρήσας καὶ οὐ τὸ κηροπλαστεῖον δύναται δι' ἑαυτοῦ ποιεῖν τὰ πλασσόμενα, ἀλλὰ ὁ τὸ κηροπλαστεῖον καὶ τὸ πλάσμα ἐργασάμενος.

οὐκοῦν οὐδὲ οἱ ἄγγελοι αἴτιοι, ἀλλ’ ὁ τοὺς ἀγγέλους ποιήσας, εἰ καὶ <μὴ> ἦν αὐτοῖς τοῦ [μὴ] ποιῆσαι ἄνθρωπον.

ἢ γὰρ καταψηφίζεται τῆς ἄνω δυνάμεως ἄγνοιαν καὶ ἀγνωσίαν τῶν μελλόντων ἔσεσθαι, παρὰ τὸ αὐτῆς θέλημα ἐπιτελουμένων, ἢ εὐδοκίᾳ τῇ ἑαυτῆς * τοὺς ἀγγέλους πεποιηκέναι πρὸς τὸ χρήσιμον τὴν κατασκευὴν τοῦ ἀνθρώπου, οὗ ἤθελε κατασκευάζειν ποιήσασα τοὺς ἀγγέλους, καὶ μὴ ἐντειλαμένη τοῦ μὴ] ἐπιτελέσαι τὸ ἐπιχείρημα τουτέστι τοῦ ἀνθρώπου τὸ πλαστεῖον, ὡς ἡ αὐτοῦ μυθώδης τεχνουργία περιέχει.

[*](2—6 vgl. Irenaeus adv. haer. 1 24, 2; 1 198 Harvey = Hippolyt refut. VII. 28, 7 S. 209, IG Wendland τὰς de προφητείας ἃς μὲν ἀπὸ τῶν κοσμοποιῶν ἀγγέλων λελαλῆσθαι, ἃς δὲ ἀπὸ τοῦ σατανᾶ, ὅν καὶ αὐτὸν ἄγγελον ἀντιπράττοντα τοῖς κοσμοποιοῖς ὑπέθετο, μάλιστα δὲ τῷ τῶν Ἰουδαίων θεῷ — 15 Jes. 10, 15 V Μ)[*](1 ἀπέχοABBREVνται, ο aus ω Ycorr Ι ὅπως] ἵνα Μ 1 f ἐπαγάγωσιν, ωσιν auf Rasur V corr 2 ἑαυτῶν Μ 3 f προπεφητεῦσθαι V 4 ἀπὸ M Ι γὰρ] δὲ M 5 ἀντιπράττοντα + τε M 9 <τὸν ἄνθρωπον> * 14 ἐδργασίου Μ 18 u. 19 κηροπλάστιον V 19 οὔτε V 20 ff εἰ καὶ <μὴ> ἦν . . . τοῦ μὴ] ποιῆσαι *, vgl. Ζ. 23 τῇ] τῆς Μ Ι * <λέγει> q * 24 τὴν κατασκευὴν *] τῆς κατασκευῆς 26 μὴ] * Ι πλάστιον V 27 αὐτοῦ *, vgl. S. 252, 1 u. 17] αὐτῶν V M)
252

4. Ἢ οὐκοῦν πόλιν τὸν μυθολόγον ἐρωτητέον· ᾔδει ἡ ἄνω δύναμις ὅ τι μέλλουσι πράττειν; ναί, φησίν. ἄρα γοῦν εἰ ᾔδει, αὐτὴ πεποίηκε καὶ οὐκ αὐτοί· εἰ δὲ ᾔδει μὲν οὐκ ἤθελε δέ, παρὰ δὲ τὴν αύτῆς γνώμην ἐπεχείρησαν τὸ ἐπιχείρημα αὐτοί, τίνι τῷ λόγῳ οὐ κεκώλυκεν;

εἰ δὲ ἀδυνάτως ἔσχεν τοῦ κωλῦσαι, πρώτη φαυλότης, ὅτι καθ’ ἑαυτῆς τοὺς ὑπ’ αὐτῆς γεγονότας ἀγγέλους εἰς ἀντίθεσιν ἑαυτῆς καὶ παροξυσμὸν κατεσκεύασε, δεύτερον δέ, ὅτι δυναμένη οὐ κεκώλυκεν, ἀλλὰ συνήργησεν εἰς τὸ πονηρὸν ἔργον τὸ ὑπὸ τῶν ἀγγέλων [*](D18) γεγενημένον.

εἰ δὲ οὐ συνήργησε καὶ βουληθεῖσα οὐκ ἠδυνήθη κωλῦσαι, πολλή τις ἀσθένεια ἐν τῇ θελησάσῃ καὶ μὴ δυνηθείσῃ, καὶ μᾶλλονἰσχυρότερον εἴη τὸ ὑπ’ αὐτῆς γενόμενον τῶν ἀγγέλων στῖφος ἢ αὐτὴ ἡ αἰτία οὖσα τῶν ὑπ' αὐτῆς γεγονότων ἀγγέλων. ἐξ ἅπαντος τοίνυν ἁλίσκεται ἡ τῆς αἱρέσεως ὑπόθεσις ἀσυστασίᾳ μᾶλλον περιπίπτουσα καὶ οὐκ αληθείᾳ.

εἰ δὲ ἐγίνωσκε μέν, ἀνάγκῃ δὲ ἐποίει τούτους ὅ μὴ θέμις ἐστὶ <μέλλλοντας> πράττειν παρὰ τὸ αὐτῆς βούλημα, ἑτέρᾳ περιπεσεῖται πάλιν καὶ οὐδὲ ἓν πλήρωμα εὑρεθήσεται ἐν τῇ ἄνω δυνάμει κατὰ τὸν αὐτοῦ λόγον.

ἔτι δὲ προσθείημεν αὐτὸν ἐρωτῶντες· λέγε ἡμῖν, ὠ οὑτος, ὁ διὰ θυρίδων παρακύψας (ἵνα χλευάσω τὴν σοῦ ληρῳδίαν) καὶ ἐν τῷ παρακύπτειν σκοπήσας ὡς ἐκτίσθησαν οἱ ἄγγελοι καὶ τὴν ὑπ' αὐτῶν περὶ τὸ ἀνθρώπινον πλάσμα * τεχνουργίαν τότε κατοπτεύσας καὶ τῆς ἄνωθεν δυνάμεως ἐξιχνεύσας τὴν μηχανοποιίαν, ᾔδεισαν οὗτοι τί πλάσσουσιν ἢ ἠγνόουν; ἀγνοοῦντες δὲ ὑπὸ τίνος ἠναγκάζοντο τὸ ἐν ἀγνωσίᾳ * ἐπιτελεῖν; οὐχί, φησίν, οὐκ ἠγνόουν· ᾔδεισαν γὰρ ὃ ἔμελλον πράττειν.