Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

οὐ μόηον δὲ τοῦτο, ἀλλὰ καὶ ὡς ἄνθρωπος ἐρωτᾶ »ποῦ τεθείκατε τὸν Λάζαρον:« καὶ περὶ τῆς αἱμορροούσης τίς μου ἥψατο;« καὶ περὶ τῶν ζητούντων αὐτόν τίνα ζητεῖτε;‘, ἀλλὰ καὶ τοὺς μαθητὰς ὡς ἄνθρωπος ἐρωτᾷ τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν υἱὸν τοῦ ἀνθρώπου;‘, ἀλλὰ καί πόσους ἄρτους ἔχετε μεθ' ἑαυτῶν;«

ἔλεγε, καὶ κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκάθισε παρὰ τὸ φρέαρ ἐν τῇ Σαμαρείᾳ, ἀλλὰ καί τὸ παιδίον ηὔξανε καὶ ἐκραταιοῦτο τῷ πνεύματι« καί »προέκοπτεν ἡλικίᾳ καὶ σοφίᾳ ὁ Ἰησοῦς«, ἀλλὰ καί πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται δύναμιν Δαμασκοῦ καὶ τὰ σκῦλα Σαμαρείας«,

ὁ σοφία ὢν καἲ »διδάσκων ἀνθρώπους γνῶσιν καὶ φυτεύσας τὸ οὖς τῷ ἀνθρώπῳ‘ καὶ ἐναρθρώσας λαλιὰν τοῖς υἱοῖς τῶν ἀνθρώπων καὶ ποιήσας γλῶσσαν τρανὴν μογγιλάλων«. τὰ τοιαῦτα πάντα ὑπέμεινεν ὑπὲρ ἡμῶν, ἵνα [*](1 f Matth. 4, 2 Luk. 4, 2 — 2 f Jes. 40, –3 Job. 4, 6 — 4 Psal. 120. 4 — 4 f Luk. S, 23 Matth. 8, 24 Mark. 4, 38 — Jes. 50, 6 — 10 vgl. Luk. 19, 41 aber Epiph. meint Luk. 22, 41 ff — 12 ff Irrtum; vgl. Irenaeus adv. haer. III 22, 2; n 122 Harvey (adv. haer. I 20, 2; J 179 Harvey) — 15 Luk. 22, 44 — 17 Joh. 11, 34 — 18 Mark. 5, 30 Luk. 8, 45 — 19 Joh. 18, 4 — 20 Matth. 16, 13 — 21 Mark. 6, 38 — 22 vgl. Joh. 4, 6 - 23 Luk. 2, 40 — 24 Luk. 2, 52 –24 — 26 Jes. S, 4 — 26 f Psal. 93,10. 9 — 28 Jes. 35, 6 Weish. Sal. 1021 L J) [*](4 δέ x003C; L 8 * etwa > * | > * 9 ἔδωκε L 10 <ὡς> εὐδιορθώτοις L 14 τέλος) τέλειον, ov auf Rasur von erster Hand L | καὶ 2 < L 23 τῷ < J 25)

41
τὴν πᾶσαν ἀκολουθίαν τῆς δι' ἡμᾶς οἰκονομηθείσης ἐνανθρωπήσεως φυλάξας μὴ ἀφανίσῃ τὸν χαρακτῆρα τῆς ἀληθείας.

32. Ἀλλ' ἵνα μὴ τὰς Μυρίας, ἂς παρηγάγομεν ὡς ἀπὸ προσώπου τῶν δι' ἐναντίας πρὸς τὴν ἀλήθειαν ἀντιλεγομένας ἐκ θείων γραφῶν συνάξαντες, κακῶς δὲ ὑπ' αὐτῶν νοουμένας, οὕτως ἐάσωμεν ἀνερμηνεύτους, ἑάστης λέξω τὴν θεωρίαν τῆς ἐν αὐτῇ δυνάμεως, δι' ἣν αἰτίαν ὡς ἀνθρωποπαθῶς εἴρηται·

καὶ αὖθις πάλιν ἐροῦμεν, πολλὰ <ἥδη> εἰς τὸ θεός μου καὶ θεὸς ὑμῶν εἰρηκότες, ὡς ἔχει † τὸν νοῦν ἔχοντι γνῶναι ἀπ' αὐτῆς τῆς ἀκολουθέας ἐυλόγως εἰρῆσθαι.

»ἄνθρωπος γάρ ἐστι, καὶ τίς γνώσεται αὐτόν;‘ ἐν ταὐτῷ τὰ δύο ὑποφαίνει τὸ θεῖον γράμμα, ὁρατόν τε καὶ ἀόρατον, διὰ μὲν τὸ ὁρατὸν εὐλόπγως τὸ θεός μου εἰρῆσθαι, διὰ δὲ τὸ ἀόρατον <τὸ> μου λελέχθαι, μὴ ἀντιλεγομένης οὐθ' ὁποτέρας ποιήσεως τῷ λόγῳ.

πῶς γάρ, εἰ ἦν ἄνθρωπος, οὐκ ἐγινώσκετο; εἰ δὲ οὐκ ἦν ἄνθρωπος, πῶς ἄνθρωπος ἐλέγετο;

πάντως γὰρ πᾶς τις ὁ ἐξ ἀνθρώπων γενόμενος ὑπὸ ὑπὸ ἀνθρώπων ἀπὸ τῆς γεννησάσης ἀπὸ τῶν συγγενῶν ἀπὸ τῶν οἰκείων ἀπὸ τῶν γειτόνων ἀπὸ τῶν συσκήνων ἢ συμπολιτῶν.