Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

διὰ δὲ τὸ ἀίδιον αὐτοῦ τῆς γηνσιότητος κατὰ φύσιν λέγει πατέρα μου« καὶ διὰ τὴν αὐτοῦ πρὸς τοὺς αὐτοῦ μαθητὰς χάριν »πατέρα ὑμῶν«, διὰ δὲ τὸ κατὰ φύσιν αὐτῶν τῶν μαθητῶν πρὸς τὴν αὐτοῦ θεότητα καὶ τοῦ ἀιδίου αὐτοῦ πατρός θεὸν ὑμῶν«.

θεὸς γὰρ τῶν μαθητῶν, πατὴρ δὲ τοῦ κυρίου κατὰ φύσιν, τῶν δὲ μαθητῶν πατὴρ κατὰ χάριν· θεὸς δὲ τοῦ υἱοῦ ἐστιν ὁ πατὴρ διὰ τὴν σάρκα, πατὴρ δὲ διὰ τὸ ἀίδιον καὶ ἀκατάληπτον τῆς αὐτοῦ γεννήσεως καὶ γνησιότητος, ὅτι ἐν ἀληθείᾳ ἐστὶν αὐτοῦ πατήρ, γεννήσας αὐτὸν ἀχρόνως καὶ ἀνάρχως κατὰ τὴν θεότητα.

θεὸν δὲ ἐδέησεν εἰπεῖν αὐτοῦ δι' ἣν δι’ ἡμᾶς ἐποίησεν οἰκονομίαν, ὢν ἀεὶ πρὸς τῷ πατρί, γεννηθεὶς ἀνάρχως Λόγος, ἐν σαρκὶ δὲ ἀπὸ Μαρίας ἐπ' ἐσχάτου τῶν ἡμερῶν γεννηθεὶς κατὰ σάρκα, ἐκ Μαρίας δὲ τῆς αὐτῆς ἁγίας παρθένου διὰ πνεύματος ἀγίου.

31. Νοείτωσαν τοίνυν τὰ βαθέα τῆς τοῦ θεοῦ πραγματείας καὶ μὴ τὴν χάριν εἰς ἀχαριστίαν τρέψωσιν, ἀδοξίαν λογιζόμενοι εἰς τὴν ἄφραστον καὶ ἀκατάληπτον τοῦ θεοῦ φύσιν τὴν εἰς ἡμᾶς σωτηρίαν.

ἀλλά, φασί, περὶ τοῦ θεοῦ γέγραπται »οὐ πεινάσει οὐδὲ διψήσει [*](2–5 Micha 5, 2 — 6 vgl. Matth. 2, 6 — 11 Jerem. 17, 9 — 14 Gal. 4, 4 — –19 vgl. Joh. 20, 17 — 31 ff vgl. Panarion h. 69, 48 f — 31 Jes. 40, 28 L J) [*](1 ὅ ἐστιν < L 2 003E; * Ι ἦν < L | θεὸν beidemale *, vgl. S. 38 u. Z. 8] θεὸς L J 3 Εὐφραθᾶ L Εὐφρανθᾶ J 5 κατὰ + τὰ J 9 ἐν προφητεία L 17 αὐτοῦ] αὐτοὺς L 22 αὐτοῦ ἐστιν L 25 vor ὢν + > * πρὸς τῷ πατρὶ] ebenso S. 47, 4; öhnlich ßt es πρὸς τὸν πατέρα oder σὺν τῷ πατρί 30 φύσιν τῆν εἰς ἡμᾶς < L 31 φησί L)

40
οὐδὲ ἔστιν ἐξεύρεσις τῆς φρονήσεως αὐτοῦ«, περὶ δὲ τοῦ υἱοῦ, ὅτι ἐπείνασεν ἐν τῇ ἐρήμῳ κατὰ τὸν πειρασμόν. καὶ φησιν ὁ θεὸς ἡμῶν οὐ κοπιάσει«, ὁ δὲ κύριος Ἰησοῦς ἐκοπίασεν ἐν τῇ ὁδοιπορίᾳ· καί οὐ νυστάξει οὐδὲ ὑπνώσει ὁ φυλάσσων τὸν Ἰσραήλ«, ὕπνωσε δέ, φησίν, ὁ κύριος ἐν τῇ

νηΐ ὠ μάταιαι ὑπόνοιαι τῶν τὰ τοιαῦτα λογιζομένων. οὐ μόνον γὰρ τὰ ἡμῶν βάρη ἀνεδέξατο ὑπὲρ ἡμῶν ἐλθὼν ὁ ἅγιος Λόγος, ἀλλὰ καὶ ὑπὸ ἁφὴν ἐγένετο καὶ σάρκα ἔλαβε καὶ ἄνθρωπος εὑρέθη ὑπὸ τῶν γραμματέων συνελήξθη καὶ * > »τὸν νῶτον εἰς μάστι8γας ἔδωκα, καὶ τὸ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων‘.

ἀλλὰ καὶ »ἔκλαυσε«, <ὡς> κεῖται ἐν τῷ κατὰ Λουκᾶν εὐγγελίῶ ἐν τοῖς ἀδιορθώτοις ἀντιγράφοις, — καὶ κέχρηται τῇ μαρτυρίᾳ ὁ ἅγιος Εἰρηναῖος ἐν τῷ κατὰ αἱρέσεων πρὸς τοὺς δοκήσει τὸν Χριστὸν πεφηνέναι λέγοντας, ὀρθόδοξοι δὲ ἀφείλαντο τὸ ῥητόν, φοβηθέντες καὶ μὴ νοήσαντες αὐτοῦ τὸ τέλος καὶ τὸ ἰσχυρότατον —

καὶ »γενόμενος ἐν ἀγωνίᾳ ἵδρωσε, καὶ ἐγενετο ὁ ἱδρὼς αὐτοῦ ὡς θρόμβοι αἵματος, καὶ ὤφθη ἄΠελος ἐνισχύων αὐτόν«.