Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

Τοῦτον ἐπικαλοῦμαι γόνυ κλίνας, φεύγων μὲν πᾶν αἷμα βδελυκτὸν καὶ ὀσμὰς ἀηδεῖς καὶ ἀποτροπαίους, πᾶσαν δὲ γεώδη λαμπηδόνα ἐκκλίνων, οἷς ἅπασιν ἡ ἀθέμιτος καὶ ἄρρητος πλάνη χραινομένη πολλοὺς τῶν ἐθνῶν καὶ ὅλα γένη κατέρριψεν τοῖς κατωτάτω μέρεσι παραδοῦσα.

ἃ γὰρ ὁ τῶν ὅλων θεὸς προνοίᾳ τῶν ἀνθρώπων διὰ φιλανθρωπίαν οἰκείαν χρείας ἕνεκα εἰς τοὐμφανὲς παρήγαγε, ταῦτα πρὸς τὴν ἑκάστου ἐπι- [*](11—123, 9 = in Theodoret. H.E. I, 25 (56).) [*](2 ἐποιεῖτο v, εἰσῆγε JMBA | 3 οἰκείας — 8 περιέχον < MBA | 6 τὸ < J | 9 Βασιλ. — προνοίας nur in V | 13 τούτους AB | πολλὰ πράγμ. V | 15 ἔχω V | 17 σωτηρίας V, Theod., σωτηρίοις JMBA | 19 ἐγεγόνει JMBA. Theod., γεγόνει V | ταῦτα — 24 ἀντιλαμβάνω < ΜΒΑ |22 ταῖς ΜΒΑ | τοῦτο V | 28 γεώδη HSS, ἐπωδῆς Theod. | λαμπηδόνα] πλάνην V | 32 ταῦτα V, ταύτην, aber verändert in ταῦτα, J, ταύτην MBA, ταῦτα Theod. (Cod. B), ταύτην Theod. (Cod. A).)

v.1.p.122.
θυμίαν ἕλκεσθαι οὐδαμῶς ἀνέχεται, καθαρὰν δὲ μόνην διάνοιαν καὶ ψυχὴν ἀκηλίδωτον παρὰ ἀνθρώπων ἀπαιτεῖ, τὰς τῆς ἀρετῆς καὶ εὐσεβείας πράξεις ἐν τούτοις σταθμώμενος.

ἐπιεικείας γὰρ καὶ ἡμερότητος ἔργοις ἀρέσκεται, πράους φιλῶν, μιςῶν τοὺς ταραχώδεις, ἀγαπῶν πίστιν, ἀπιστίαν κολάζων, πᾶσαν μετὰ ἀλαζονείας δυναστείαν καταρρηγνύς, ὕβριν ὑπερηφάνων τιμωρεῖται, τοὺς ὑπὸ τύφου ἐπαιρομένους ἐκ βάθρων ἀναιρεῖ, ταπεινόφροσι καὶ ἀνεξικάκοις τὰ πρὸς ἀξίαν νέμων.

οὕτω καὶ βασιλείαν δικαίαν περὶ πολλοῦ ποιούμενος ταῖς παρ’ ἑαυτοῦ ἐπικουρίαις κρατύνει, σύνεςίν τε βασιλικὴν τῷ γαληναίῳ τῆς εἰρήνης διαφυλάττει.“