Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

„Οὔ οι δοκῶ πλανᾶσθαι, ἀδελφέ μου, τοῦτον ἕνα θεὸν ὁμολογῶν πάντων ἀρχηγὸν καὶ πατέρα, ὅν πολλοὶ τῶν τῇδε βασιλευςάντων μανιώδεσι πλάναις ὑπαχθέντες ἐπεχείρησαν ἀρνήσασθαι, ἀλλ’ ἐκείνους μὲν ἅπαντας τοιοῦτον τιμωρὸν τέλος κατανάλωσεν, ὡς πᾶν τὸ μετ’ ἐκείνους ἀνθρώπων γένος τὰς ἐκείνων συμφορὰς ἀντ’ ἄλλου παραδείγματος τοῖς παρὰ τούτοις τὰ ὅμοια ζηλοῦσι τίθεσθαι.

τούτων ἐκεῖνον ἕνα ἡγοῦμαι γεγονέναι, ὅν ὥσπερ τις σκηπτὸς ἡ θεία μῆνις τῶν τῇδε ἀπελάσασα τοῖς ὑμετέροις μέρεσι παραδέδωκεν, τῆς ἐπ΄ αὐτῷ αἰσχύνης πολυθρύλητον τὸ παρ’ ὑμῖν τρόπαιον ἀποφήναντα.“

„Ἀλλὰ γὰρ ἔοικεν εἰς καλὸν προκεχωρηκέναι τὸ καὶ ἐν τῷ καθ’ ἡμᾶς αἰῶνι τὴν τῶν τοιούτων τιμωρίαν περιφανῆ δειχθῆναι. ἐπεῖδον γὰρ καὶ αὐτὸς ἐκείνων τὰ τέλη τῶν ἔναγχος ἀθεμίτοις προστάγμασι τὸν τῷ θεῷ ἀνακείμενον λαὸν ἐκπραξάντων. διὸ δὴ καὶ πολλὴ χάρις τῷ θεῷ, ὅτι τελείᾳ προνοίᾳ πᾶν τὸ ἀνθρώπινον τὸ θεραπεῦον τὸν θεῖον νόμον, ἀποδοθείσης αὐτοῖς πέπεισμαι ὡς ὅτι κάλλιστα καὶ ἀσφαλέστατα ἔχειν ἅπαντα, ὁπότε διὰ τῆς ἐκείνων καθαρᾶς τε καὶ δοκίμου θρησκείας ἐκ τῆς περὶ τὸ θεῖον συμφωνίας πάντας εἰς ἑαυτὸν ἀγείρειν ἀξιοῖ.“

„Τούτῳ τῷ καταλόγῳ τῶν ἀνθρώπων, λέγω δὴ τῶν Χρι- [*](2 ἀκηλίδοτον V, ἀκιλήδωτον MB1 | 3 τούτοις V, Theod., τούτω JMBA | 5 καταρηγνύς VJ, aber ein zweites ρ + J | 9 γαληναίω V, Theod., γαληνιαίω JMBA | 11 τοῦτον] τὸν V | ἕνα] εἶναι Theod. | 14 κατανήλωσεν J | 16 τοῖς παρὰ τούτοις] ἐπαράτους τοῖς Theod. | ζηλοῦν J | τούτων, aber ω auf Ras. u. v über der Zeile J | 17 σκηπτὸν ΜΒ | 18 τῆδ’ V | 19 ἐπ’ αὐτῷ Theod., ὑπ΄ αὐτὸν VJBA, aber o auf Ras. J, ὑπ΄ αὐτῶν Μ | πολυθρύλητον V, Theod., πολυθρύλλητον JMBA | ὑμῖν J, ἡμῖν JMBA | 20 ἔοικεν εἰς καλὸν Theod., ἐκεῖνο εἰς καλὸν V, εἰς καλὸν ἐκεῖνο JMBA | καὶ < ΜΒΑ |22 ἐκείνων τὰ τέλη < ΜΒΑ |τῶν] τὸν V | 23 ἐκπραξάντων ΗSS, ἐκταραξάντων Theod. (so Wil.) | δὴ < V | 25 αὐτῷ Theod. | 26 γαυριᾶ VA, γαβριᾶ JMB | 30 τούτῳ τῷ καταλόγῳ Theod. (Cod. B), τούτου τοῦ καταλόγου ΗSS, Theod. (Cod. A).)

v.1.p.123.
στιανῶν, (ὑπὲρ γὰρ τούτων ὁ πᾶς μοι λόγος) πῶς οἴει με ἥδεσθαι ἀκούοντα ὅτι καὶ τῆς Περςίδος τὰ κράτιστα ἐπὶ πλεῖστον, ὥσπερ ἔστι μοι βουλομένῳ, κεκόσμηται. σοί τ’ οὖν ὡς ὅτι κάλλιστα ἐκείνοις θ’ ὡσαύτως ὑπάρχοι τὰ κάλλιστα, ὅτι σοὶ κἀκεῖνοι. οὕτω γὰρ ἕξεις τὸν τῶν ὅλων δεσπότην πατέρα, θεὸν ἵλεω καὶ εὐμενῆ. τούτους τοιγαροῦν, ἐπειδὴ τοσοῦτος εἶ, σοὶ παρατίθεμαι, τοὺς αὐτοὺς τούτους, ὅτι καὶ εὐσεβείᾳ ἐπίσημος εἶ, ἐγχειρίζων· τούτους ἀγάπα ἁρμοδίως τῇ σεαυτοῦ φιλανθρωπίᾳ· σαυτῷ τε γὰρ καὶ ἡμῖν ἀπερίγραπτον δώσεις διὰ τῆς πίστεως τὴν χάριν.“