Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

ἐν μέρει δὲ τούτων ἕκαστοι, ὥσπερ ἐν πίνακος γραφῇ, τὰ παρ᾿ αὐτοῖς τίμια βασιλεῖ προσεκόμιζον, οἱ μὲν στεφάνους χρυσοῦς, οἱ δ᾿ ἐκ λίθων διαδήματα τιμίων, ἄλλοι ξανθοκόμους παῖδας, οἱ δὲ χρυσῷ καὶ ἄνθεσι καθυφασμένας βαρβαρικὰς στολάς, οἱ δ᾿ ἵππους, οἱ δ᾿ ἀσπίδας καὶ δόρατα μακρὰ καὶ βέλη καὶ τόξα, τὴν διὰ τούτων ὑπηρεςίαν τε καὶ συμμαχίαν βουλομένῳ βασιλεῖ παρέχειν ἐνδεικνύμενοι.

ἃ δὴ παρὰ τῶν κομιζόντων ὑποδεχόμενος καὶ ἐντάττων, ἀντεδίδου τοσαῦτα βασιλεύς, ὡς ὑφ᾿ ἕνα καιρὸν πλουσιωτάτους ἀποφῆναι τοὺς κομιζομένους, ἐτίμα δὲ καὶ Ῥωμαικοῖς ἀξιώμασι τοὺς ἐν αὐτοῖς διαφανεστέρους, ὥστ᾿ ἤδη πλείους τὴν ἐνταυθοῖ στέργειν διατριβὴν ἐπανόδου τῆς εἰς τὰ οἰκεῖα λήθην πεποιημένους.

Ἐπειδὴ δὲ καὶ ὁ Περσῶν βασιλεὺς Κωνσταντίνῳ γνωρίζεσθαι διὰ πρεσβείας ἠξίου δῶρά τε καὶ οὗτος σπονδῶν φιλικῶν διεπέμπετο σύμβολα, ἔπραττε δὲ τὰς συνθήκας κἀπὶ τούτῳ βασιλεύς, ὑπερβολῇ φιλοτίμῳ τὸν τῆς τιμῆς προαρξάμενον νικῶν ταῖς ἀντιδόσεσι. πυθόμενος γέ τοι παρὰ τῷ Περςῶν ἔθνει πληθύειν τὰς τοῦ θεοῦ ἐκκληςίας λαούς τε μυριάνδρους ταῖς Χριστοῦ ποίμνας ἐναγε- [*](14 Hom. Od. I, 22. — 26 ff.: vgl. Sozom. H.E. II, 15.) [*](3 οὕτω: hier beg. das neue Cap. (ζ΄) in VMB, nicht mit συνεχεῖς | τὰς κατὰ — αὐτῷ < MBA | 4 θέλειν J | 7 ἡμᾶς < JMBA | αὐλίου VA | 9 καὶ < Hkl | 10 βλοσυρῶν τε ἦν πρ. V, βλοσσυρά θ᾿ ἡ πρ. JMBA, (aber βλοσυρά MB) | ἦν < Hkl | 12 ἐρρυθραίνετο MB, ἐρυθαίνετο A | 13 δ᾿ ἐβένου — μέσης <JMBA | 15 in δεδαίαται steht ε, αι und αται auf Ras. J, δαιδέαται M, undeutlich in B | ἔσχατα v, ἔσχατ, οι über der Zeile, auf Ras. J, ἔσχατ᾿ MB, ἔσχατοι A | 16 ἱστορίᾳ = „durch Musterung“ | 18 παῖδας < JMBA | 19 καὶ χρυσῶ καὶ BA | 22 ἐντάττων unklar! | 25 ἐνταῦθα JMBA | 28 καὶ οὖτος < Hkl | 29 δὲ < Wil. | 31 ἔθνη V, γένει JMBA.)

v.1.p.121.
λάζεσθαι, χαίρων ἐπι τῇ τούτων ἀκοῇ οἷά τις κοινὸς τῶν ἁπανταχοῦ κηδεμὼν πάλιν κἀνταῦθα τὴν ὑπὲρ τῶν ἁπάντων ἐποεῖτο πρόνοιαν. οἰκείαις δ᾿ οὖν αὐτὸς καὶ τοῦτο παραστήσει φωναῖς δι᾿ ὧν πρὸς τὸν Περςῶν βασιλέα διεπέμψατο γραμμάτων, σὺν ἐμμελείᾳ τῇ πάσῃ καὶ ἐπιστρεφεία τοὺς ἄνδρας αὐτῷ παρατιθέμενος. φέρεται μὲν οὖν Ῥωμαίᾳ γλώττῃ παρ᾿ αὐτοῖς ἡμῖν καὶ τοῦτο τὸ βασιλέως ἰδιόγραφον γράμμα, μεταβληθὲν δ᾿ ἐπὶ τὴν Ἑλλήνων φωνὴν γνωριμώτερον γένοιτ᾿ ἂν τοῖς ἐντυγχάνουσιν, ὧδέ πη περιέχον.

Βασιλέως ἐπιστολὴ πρὸς Σαπώρην τὸν βασιλέα Περςῶν περὶ τῆς τοῦ λαοῦ τοῦ θεοῦ προνοίας.

„Τὴν θείαν πίστιν φυλάσσων τοῦ τῆς ἀληθείας φωτὸς μεταλαγχάνω. τῷ τῆς ἀληθείας φωτὶ ὁδηγούμενος τὴν θείαν πίστιν ἐπιγινώσκω. τοιγάρτοι τούτοις, ὡς τὰ πράγματα βεβαιοῖ, τὴν ἁγιωτάτην θρησκείαν γνωρίζω. διδάσκαλον τῆς ἐπιγνώσεως τοῦ ἁγίου θεοῦ ταύτην τὴν λατρείαν ἔχειν ὁμολογῶ. τούτου τοῦ θεοῦ τὴν δύναμιν ἔχων σύμμαχον. ἐκ τῶν περάτων τοῦ Ὠκεανοῦ ἀρξάμενος πᾶσαν ἐφεξῆς τὴν οἰκουμένην βεβαίοις σωτηρίας ἐλπίσι διήγειρα, ὡς ἅπαντα ὅσα ὑπὸ τοσούτοις τυράννοις δεδουλωμένα ταῖς καθημεριναῖς συμφοραῖς ἐνδόντα ἐξίτηλα ἐγεγόνει, ταῦτα προσλαβόντα τὴν τῶν κοινῶν ἐκδικίαν ὥσπερ ἔκ τινος θεραπείας ἀναζωπυρηθῆναι. τοῦτον τὸν θεὸν πρεσβεύω, οὗ τὸ σημεῖον ὁ τῷ θεῷ ἀνακείμενός μου στρατὸς ὑπὲρ τῶν ὤμων φέρει, καὶ ἐφ᾿ ἅπερ ἂν ὁ τοῦ δικαίου λόγος παρακαλῇ κατευθύνεται, ἐξ αὐτῶν δ᾿ ἐκείνων περιφανέσι τροπαίοις αὐτίκα τὴν χάριν ἀντιλαμβάνω. τοῦτον τὸν θεὸν ἀθανάτῳ μνήμῃ τιμᾶν ὁμολογῶ, τοῦτον ἀκραιφνεῖ καὶ καθαρᾷ διανοίᾳ ἐν τοῖς ἀνωτάτω τυγχάνειν ὑπεραυγάζομαι.