De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

ταῦτα μὲν ἐν Παροιμίαις περὶ ἑαυτῆς ἡ σοφία. ὅλα δ᾽ ἐπίτηδες [*](ὅπως τὸ »κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ« καὶ τὰ τούτῳ συνημμένα νοεῖται, καὶ ὅπως τὰ αὐτὰ Μάρκελλος ἐπὶ τὴν σάρκα τοῦ σωτῆρος μετῆγεν.) ἀναγκαίως παρεθέμην, δεικνὺς ὡς ἕν ἐστιν πρόσωπον τὸ ταῦτα λέγον, οὐδεμιᾶς ἐν τῷ μεταξὺ γενομένης μεταβολῆς τοῦ λέγοντος· δείκνυται τοίνυν ἡ σοφία ταῦτα περὶ ἑαυτῆς διδάσκουσα. κἀνταῦθα δὲ πρῶτον ἐπιτηρητέον ὡς ἀπολύτως σοφία ὠνόμασται· »έγώ« [*](7—30 Prov. 8, 12-31 — 32ffR Pro v. 8, 22 — 35 Prov. 8, 12) [*](1 ώνέλήλεγκταιΥ, corr. Mo | 9 εγώ V* LXX 23 ε» Υ* LXX | σννεσις] φρόνησις LXX | 12 ενρήσονσιν] + χάριν ub. d. Ζ. Υ2 | 13 κτήσεις V*, corr. Υ2 I 24 ούρανών V*, corr. V* | 20 r«c V LXX 106 τῆς LXX | 31 bier a. R. a V | 38 R τά αντά S. 137, 5 ταῦτα V)

v.4.p.139.
γάρ φησιν »ἡ σοφία κατεοκήνωοα βουλὴν« καὶ οὐκ εἴρηται· σοφία τοῦ θεοῦ. ἀλλ’ ὥσπερ παρὰ τῴ εὐαγγελιστῇ τὸ »ἐν ἀρχῇ ἦν ὁ λόγος« ἀπολύτως ἐγράφετο, καὶ πάλιν »ὁ λόγος ἦν πρὸς τὸν θεόν«, καὶ οὐκ εἴρητο· ὁ λόγος τοῦ θεοῦ, ἵνα μὴ τῶν πρός τι νομίσῃ τις αὐτὸν λέγεσθαι, μηδ’ ὡς συμβεβηκότα ἐν τῷ θεῷ, ἀλλ’ ὡς ὑφεστῶτα καὶ ζῶντα (διὸ ἐπιλέγει »καὶ θεὸς ἦν ὁ λόγος«, οὐκ εἰπών· καὶ θεοῦ ἦν ὁ λόγος), οὕτως καὶ ἐπὶ τῆς σοφίας·

ἓν γὰρ καὶ ταὐτὸν ἦν ὁ θεὸς λόγος καὶ ἡ σοφία. διὸ ἀπολύτως ἐν ταῖς Παροιμίαις ὀνομάζεται, ἔν τε τοῖς προτεθεῖσιν ῥητοῖς, οὐ μὴν ἀλλὰ καὶ δι’ ὧν τοῦτον εἴρηται τὸν τρόπον »μακάριος ἀνὴρ ὃς εὗρεν σοφίαν« καὶ »ὁ θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν« καὶ »εἶπον τὴν σοφίαν σὴν ἀδελφὴν εἶναι« καὶ »σὺ τὴν σοφίαν κήρυξον, ἵνα φρόνησίς σοι ἐπακολουθήσῃ«

καὶ »κρείσσων γὰρ σοφία λιθῶν πολυτελῶν« καὶ »ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον, καὶ ὑπήρεισεν στύλους ἑπτὰ« καὶ ὅσα ἄλλα τούτοις ἀδελφὰ ἐν τῇ αὐτῇ φέρεται βίβλῳ· δι’ ὡν οὐδαμοῦ σοφία θεοῦ ὠνόμασται, ἀλλὰ ἀδιορίστως ἡ σοφία, ἵνα μὴ σύμβαμά τι νομίσωμεν αὐτὴν εἶναι περὶ τὸν θεόν, ὡς ἐν τῷ ἐπιστήμονι ἀνδρὶ τὴν ἐπιστήμην, ἀλλ’ ὑφεστῶσαν καὶ ξῶσαν σοφίαν, τὴν αὐτὴν οὖσαν τῷ υἱῷ τοῦ θεοῦ.

εἰ δέ τις ἕξιν ἐν τῷ θεῷ σοφὴν καθ’ ὃ νοοῦμεν τὸν θεὸν σοφὸν ὑπολάβοι εἶναι τὴν ἐνταῦθα λεγομένην σοφίαν, ἐπακουσάτω λεγούσης τῆς γραφῆς »εἶπον τὴν σοφίαν σὴν ἀδελφὴν εἶναι«. τίς δ’ ἂν οὕτω μανείη, ὡς τὸν ἐπὶ πάντων θεὸν καὶ τὴν ἐν αὐτῷ σοφὴν ἕξιν ὑπολαβεῖν ἀδελφὴν τῶν ἐν ἀνθρώποις κατορθούντων λέγεσθαι;

εἰ δὲ ἐπὶ τὸν Χριστὸν τοῦ θεοῦ ἐκλάβοις τὸ εἰρημένον (»Χριστὸς« γὰρ »θεοῦ δύναμις καὶ θεοῦ σοφία«), οὐδὲν ἐμποδὼν ἔσται τῇ διανοίᾳ, ἐπεὶ καὶ τὴν πρὸς ἡμὰς οὐκ ἀναίνεται ἀδελφότητα δι’ ὑπερβολὴν φιλανθρωπίας. εἰ δὲ ἓν καὶ ταὐτὸν ἦν ὁ θεὸς καὶ ἡ ἐν ταῖς Παροιμίαις εἰσαγομένη σοφία, ἕξις ἕξις οὐσα ἐν αὐτῷ νοουμένη καθ’ ὃ σοφὸς ὁ θεός, τί ἐκώλυεν ἀντὶ τῆς σοφίας τὸν θεὸν ἀναγεγράφθαι; ὥστε τὸ »ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον, καὶ ὑπήρεισεν στύλους ἑπτά« καὶ τὰ τούτοις συνημμένα εἰρῆσθαι ἀντὶ τοῦ· ὁ θεὸς ᾠκοδόμησεν ἑαυτῷ οἶκον καὶ τὰ ἑξῆς,