De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

καὶ πάλιν ἀντὶ τὸ »εἶπον τὴν σοφίαν σὴν ἀδελφὴν εἶναι« λελέχθαι ἀντὶ τοῦ εἶπον τὸν θεὸν σὸν ἀδελφὸν εἶναι. ἀλλ’ ὁρᾷς ὡς τὴν ἀκοὴν πλήττει ἡ τοιαύτη φωνὴ οὐκ ἔχουσα ἁρμονίαν.

εἰ δ’ ἐπὶ τὸν υἱὸν ἐκλάβοις τὰ λόγια [*](2 f Joh. 1, 1 — 6 Job. 1, 1 — 10 Prov. 3, 13 — Prov. 3, 19 — 11 Prov.7,4 — 12 Prov. 8, 1 — 13 Prov. 8, 12 — Prov. 9, 1 — 21 Prov. 7, 4 — 25 I Kor. 1, 24 — 30 Prov. 9, 1 — 32 Prov. 7, 4) [*](1 ἡ σοφία Kl | εἴρηται] + ἡ? | 32 τὸ Kl ἀντὶ τοῦ V | 33 ἀντὶ τοῦ Kl)

v.4.p.140.
(αὐτὸς γὰρ ἦν ἡ σοφία), πάντα σοι εὐροήσει, μηδενὸς δυσσεβοῦς νοήματος ἐμποδὼν ἱσταμένου, συνεπιμαρτυροῦντος τοῦ ἀποστόλου Παύλου, ὃς τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν Χριστὸν λαμπρᾷ τῇ φωνῇ σοφίαν ὠνόμασεν εἰπὼν »Χριστὸς θεοῦ δύναμις καὶ θεοῦ σοφία«.

τούτων ὧδέ πη κατεσκευασμένων, ἀκόλουθόν ἐστιν μετὰ τῶν προεκτεθέντων ἁπάντων ἐξ αὐτοῦ τοῦ προσώπου καὶ τὸ »κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ« λελέχθαι· εἰ δὲ ψεῖ ἐκτίσθαι ἑαυτόν, οὐχ ὡς ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρελθὼν τοῦτ’ ἂν εἴποι οὐδ᾿ ὡς ὁμοίως τοῖς λοιποῖς κτίσμασιν καὶ αὐτὸς ἐκ τοῦ μὴ ὄντος γεγονώς, ᾖ τινες οὐκ ὀρθῶς ὑπειλήφασιν, ἀλλ’ ὡς ὑφεστὼς μὲν καὶ ζῶν, προών τε καὶ προὐπάρχων τῆς τοῦ παντὸς κόσμου συστάσεως, ἄρχειν δὲ τῶν ὅλων ὑπὸ κυρίου, τοῦ αὐτοῦ πατρός, κατατεταγμένος, τοῦ »ἔκτισεν« ἐνταῦθα ἀντὶ τοῦ κατέταξεν ἢ κατέστησεν εἰρημένου.

διαρρήδην γοῦν τοὺς ἐν ἀνθρώποις ἂρχοντας καὶ ἡγεμόνας κτίσιν ὠνόμασεν ὁ εἰπὼν ἀπόστολος »ὑποτάγητε πάσῃ κτίσει ἀνθρωπίνῃ διὰ τὸν κύριον· εἴτε βασιλεῖ ὡς ὑπερέχοντι, ἄτε ἡγεμόσιν ὡς δι’ αὐτοῦ πεμπομένοις«.

καὶ ὁ εἰπὼν δὲ προφήτης »ἑτοιμάζου τοῦ ἐπικαλεῖσθαι τὸν θεόν σου, Ἰσραήλ. διότι ἰδοὺ στερεῶν βροντὴν καὶ κτίζων πνεῦμα καὶ ἀναγγέλλων εἰς ἀνθρώπους τὸν Χριστὸν αὐτοῦ« καὶ τὸ »γραφήτω αὕτη εἰς γενεὰν ἑτέραν, καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν κύριον« τὸ κτίζων τὐκ ἐπὶ γεγονότος ἐξ ἀνυπαρξίας παρείληφεν. οὐ γὰρ τότε ἔκτισεν ὁ θεὸς τὸ πνεῦμα, ὅτε τὸν Χριστὸν αὐτοῦ δι’ αὐτοῦ πᾶσιν ἀνθρώποις κατήγγειλεν·