De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

Ὁ μὲν οὖν μέγας εὐαγγελιστὴς Ἰωάννης τὴν τοῦ σωτῆρος ἡμῶν [*](ὡς διαστρόφως ὁ Μάρκελλος τὰς θείας γραφὰς ἑρμηνεύειν ἐτόλμα.) θεολογίαν τὸν ἀποδοθέντα τρόπον διαφόρως εὐηγγελίζετο· Μάρκελλος Μάρκελλος δ’ ὅπως ταύτην ἀρνησάμενος ἐπὶ τὴν Ἰουδαϊκὴν ἐξώκειλεν [*](1 Γ’ vor Ζ. 38 in V | 3—37 die Kapitel so in m, in V steht bei den ersten ἐτόλμα.> beiden kein Zahlzeichen, bei Ζ. G β΄ usw. | 13 τὴν str. V2 doch vgl. S. 105, 3R | 27 τὸ V2 τε V* <S. 174,9 R | 37 hierauf in V: κεφάλαια τοῦ ι λόγου (sic). | 38–44 R m)

v.4.p.138.
ἀπιστίαν, δεδήλωται δι᾽ ὧν λέλεκται. ὡς δὲ καὶ διαστρόφως τὰς ὁμολογουμένας καὶ σαφεῖς περὶ τοῦ σωτῆρος ἡμῶν παρηρμήνευεν διδασκαλίας, μάθοις ἂν καὶ ἐξ ἑτέρων μὲν πλείστων ὅσων αὐτοῦ διηγήσεων, ἀτὰρ δὴ καὶ ἐκ τῆς οὕτως ἐχούσης.

ἐν ταῖς Σολομῶνος Παροιμίαις εἰσάγεται ἡ σοφία αὐτοπροσώπως περὶ ἑαυτῆς ταῦτα διεξερχομένη »ἐγὼ ἡ σοφία κατεσκήνωσα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. φόβος κυρίου μισεῖ κακίαν, ὕβριν τε καὶ ὑπερηφανίαν καὶ ὁδοὺς πονηρῶν· ἐμίσησα δὲ ἐγὼ διεστραμμένας ὁδοὺς κακῶν. ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐγὼ σύνεσις, ἐμὴ δὲ ἰσχύς.

δι᾽ ἐμοῦ βασιλεῖς βασιλεύουσιν, καὶ οἱ δυνάσται γράφουσιν δικαιοσύνην· δι᾽ ἐμοῦ μεγιστᾶνες μεγαλύνονται, καὶ τύραννοι δι᾽ ἐμοῦ κρατοῦ σιγῆς. ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσιν. πλοῦτος καὶ δόξα μοι ὑπάρχει, καὶ κτῆσις πολλῶν καὶ δικαιοσύνη.

βέλτιον ἐμὲ καρπίζεσθαι ὑπὲρ χρυσίον καὶ λίθον τίμιον, τὰ δὲ ἐμὰ γενήματα κρείσσω ἀργυρίου ἐκλεκτοῦ. ἐν ὁδοῖς δικαιοσύνης περιπατῶ, καὶ ἀνὰ μέσον ὁδῶν δικαιώματος ἀναστρέφομαι, ἵνα μερίσω τοῖς ἐμὲ ἀγαπῶσιν ὕπαρξιν, καὶ τοὺς θησαυροὺς αὐτῶν ἐμπλήσω ἀγαθῶν. ἐὰν ἀναγγείλω ὑμῖν τὰ καθ᾽ ἡμέραν γιγνόμενα, μνημονεύσω τὰ ἐξαἰῶνος ἀριθμῆσαι.

κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέν με, ἐν ἀρχῇ πρὸ τοῦ τὴν γῆν ποιῆσαι, πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι, πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων, πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με. κύριος ἐποίησεν χώρας καὶ ἀοικήτους καὶ ἄκρα οἰκούμενα τῆς ὑπ᾽ οὐρανῶν. ἡνίκα ἡτοίμαζεν τὸν οὐρανόν, συμπαρήμην αὐτῷ, ἡνίκα ἀφώριζεν τὸν ἑαυτοῦ θρόνον ἐπ᾽ ἀνέμων. ἡνίκα ἰσχυρὰ ἐποίει τὰ ἄνω νέφη, καὶ ὡς ἀσφαλεῖς ἐτίθει πηγὰς τὰς ὑπ᾽ οὐρανόν, καὶ ἰσχυρὰ ἐποίει τὰ θεμέλια τῆς γῆς, ἤμην παρ᾽ αὐτῷ ἁρμόζουσα· ἐγὼ ἤμην ᾗ προσέχαιρεν καθ᾽ ἡμέραν· ηὐφραινόμην δὲ ἐν προσώπῳ αὐτοῦ ἐν παντὶ καιρῷ· ὅτε ηὐφραίνετο τὴν οἰκουμένην συντελέσας, καὶ ηὐφραίνετο ἐφ᾽ υἱοῖς ἀνθρώπων«.