De Ecclesiastica Theologia
Eusebius of Caesarea
Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.
εἰ δὲ ἐπὶ τὸν Χριστὸν τοῦ θεοῦ ἐκλάβοις τὸ εἰρημένον (»Χριστὸς« γὰρ »θεοῦ δύναμις καὶ θεοῦ σοφία«), οὐδὲν ἐμποδὼν ἔσται τῇ διανοίᾳ, ἐπεὶ καὶ τὴν πρὸς ἡμᾶς οὐκ ἀναίνεται ἀδελφότητα δι’ ὑπερβολὴν φιλανθρωπίας. εἰ δὲ ἓν καὶ ταὐτὸν ἦν ὁ θεὸς καὶ ἡ ἐν ταῖς Παροιμίαις εἰσαγομένη σοφία, ἕξις οὖσα σοφὴ ἐν αὐτῷ νοουμένη καθ’ ὃ σοφὸς ὁ θεός, τί ἐκώλυεν ἀντὶ τῆς σοφίας τὸν θεὸν ἀναγεγράφθαι; ὥστε τὸ »ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον, καὶ ὑπήρεισεν στύλους ἑπτά« καὶ τὰ τούτοις συνημμένα εἰρῆσθαι ἀντὶ τοῦ· ὁ θεὸς ᾠκοδόμησεν ἑαυτῷ οἶκον καὶ τὰ ἑξῆς, καὶ πάλιν [ἀντὶ] τὸ
»εἶπον τὴν σοφίαν σὴν ἀδελφὴν εἶναι« λελέχθαι 〈ἀντὶ τοῦ〉· εἶπον τὸν θεὸν σὸν ἀδελφὸν εἶναι. ἀλλ’ ὁρᾶς ὡς τὴν ἀκοὴν πλήττει ἡ τοιαύτη φωνὴ οὐκ ἔχουσα ἁρμονίαν.
εἰ δ’ ἐπὶ τὸν υἱὸν ἐκλάβοις τὰ λόγια
(αὐτὸς γὰρ ἦν ἡ κοπία), πάντα σοι εὐροήσει, μηδενὸς δυσσεβοῦς νοήματος ἐμποδὼν ἱσταμένου, συνεπιμαρτυροῦντος τοῦ ἀποστόλου Παύλου, ὃς τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν Χριστὸν λαμπρᾷ τῇ φωνῇ σοφίαν ὠνόμασεν εἰπὼν »Χριστὸς θεοῦ δύναμις καὶ θεοῦ σοφία«.τούτων ὧδέ πη κατεσκευασμένων, ἀκόλουθόν ἐστιν μετὰ τῶν προεκτεθέντων ἁπάντων ἐξ αὐτοῦ 〈τοῦ〉 προσώπου καὶ τὸ »κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ« λελέχθαι· εἰ δὲ λέγει ἐκτίσθαι ἑαυτόν, οὐχ ὡς ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρελθὼν τοῦτ’ ἂν εἴποι οὐδ’ ὡς ὁμοίως τοῖς λοιποῖς κτίσμασιν καὶ αὐτὸς ἐκ τοῦ μὴ ὄντος γεγονώς, ᾗ τινες οὐκ ὀρθῶς ὑπειλήφασιν, ἀλλ’ ὡς ὑφεστὼς μὲν καὶ ζῶν, προών τε καὶ προϋπάρχων τῆς τοῦ παντὸς κόσμου συστάσεως. | ἄρχειν
διαρρήδην γοῦν τοὺς ἐν ἀνθρώποις ἄρχοντας καὶ ἡγεμόνας κτίσιν ὠνόμασεν ὁ εἰπὼν ἀπόστολος »ὑποτάγητε πάσῃ κτίσει ἀνθρωπίνῃ διὰ τὸν κύριον· εἴτε βασιλεῖ ὡς ὑπερέχοντι, εἴτε ἡγεμόσιν ὡς δι’ αὐτοῦ πεμπομένοις«.
καὶ ὁ εἰπὼν δὲ προφήτης ἑτοιμάζου τοῦ ἐπικαλεῖσθαι τὸν θεόν σου, Ἰσραήλ. διότι ἰδοὺ στερεῶν βροντὴν καὶ κτίζων πνεῦμα καὶ ἀναγγέλλων εἰς ἀνθρώπους τὸν Χριστὸν αὐτοῦ« καὶ τὸ »γραφήτω αὕτη εἰς γενεὰν ἑτέραν, καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν κύριον« τὸ κτίζων 〈οὐκ〉 ἐπὶ τοῦ γεγονότος ἐξ ἀνυπαρξίας παρείληφεν. οὐ γὰρ τότε ἔκτισεν ὁ θεὸς τὸ πνεῦμα, ὅτε τὸν Χριστὸν αὐτοῦ δι’ αὐτοῦ πᾶσιν ἀνθρώποις κατήγγειλεν· οὐδὲν γὰρ »πρόσφατον ὑπὸ τὸν ἥλιον«.
ἀλλ’ ἦν μὲν καὶ προϋπῆρχεν, ἀπεστέλλετο δὲ καθ’ ὃν καιρὸν ἦσαν οἱ ἀπόστολοι συνηγμένοι· ὅτε δίκην βροντῆς »ἐγένετο ἦχος ἐκ τοῦ οὐρανοῦ, ὥσπερ φερομένης πνοῆς βιαίας«, ἐπληρώθησάν τε »πνεύματος ἁγίου«, καὶ
οὕτως εἰς πάντας ἀνθρώπους τὸν Χριστὸν τοῦ θεοῦ κατήγγειλαν ἀκολούθως τῇ προφητείᾳ φησάσῃ »διότι ἰδοὺ στερεῶν βροντὴν καὶ κτίζων πνεῦμα καὶ ἀναγγέλλων εἰς ἀνθρώπους τὸν Χριστὸν αὐτοὺ«. τοῦ μὲν »κτίζων« ἀντὶ τοῦ καταπέμπων ἢ κατατάσσων εἰρημένου, τῆς δὲ βροντῆς καθ’ ἕτερον τρόπον τὸ εὐαγγελικὸν κήρυγμα δηλούσης. καὶ ὁ λέγων δὲ »καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ θεός«, οὐχ ὡς μὴ ἔχων καρδίαν τοῦτ’ ἔλεγεν, καθαρὰν δὲ αὐτῷ τὴν διάνοιαν ἀποτελεσθῆναι ηὔχετο.οὕτως εἴρηται καὶ τὸ »ἵνα τοὺς δύο κτίσῃ εἰς ἕνα καινὸν ἄνθρωπον« ἀντὶ τοῦ συναγάγῃ· ὅρα μήποτε τοιοῦτόν ἐστιν καὶ τὸ »ἐνδύσασθε τὸν καινὸν ἄνθρωπον τὸν κατὰ θεὸν κτισθέντα« καὶ τὸ »εἴ τις οὖν ἐν Χριστῷ, καινὴ κτίσις« καὶ ὅσα ἄλλα εὕροι ἄν τις τοιουτότροπα τὴν θεόπνευστον γραφὴν διερευνώμενος. μὴ θαυμάσῃς οὖν εἰ μεταφορικῶς καὶ ἐν τῷ »κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ« τὸ ἔκτισεν ἀντὶ τοῦ κατέστησεν ἢ κατέταξεν εἰς τὸ ἄρχειν εἴρηται, ἐπεὶ καὶ ἐν Εὐαγγελίοις λεγομένου ὑπὸ τοῦ σωτῆρος ἡμῶν τοῦ ἐξομολογοῦμαί σοι, πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς. ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις« οὐ τὴν τῶν ἁμαρτημάτων ὁμολογίαν | (καθ’ ὃ λέλεκται ἐν ἑτέροις »ἐξομολογεῖσθε ἀλλήλοις τὰς ἁμαρτίας«) φαμὲν ὑπὸ τοῦ σωτῆρος δηλοῦσθαι, ἀλλὰ τὴν ἐπὶ τοῖς νηπίοις εὐχαριστίαν ἀντὶ τοῦ »εὐχαριστῶ σοι, πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς« τοῦ ἐξομολογεῖσθαι λελεγμένου.
μυρία δ’ ἄν τις εὕροι σχολῇ ζητήσας τῷ κατὰ μεταφορὰν τρόπῳ δι’ ὅλης τῆς θείας γραφῆς εἰρημένα, καὶ ἄλλα πολύσημον ἔχοντα τὴν διάνοιαν, καὶ ὁμωνύμως ἕτερα διαφόρων πραγμάτων κατηγορούμενα. περὶ ὧν μακρὸν ἂν εἴη καὶ οὐ τοῦ παρόντος καιροῦ διεξιέναι.
οὕτως οὖν καὶ ἐνταῦθα τὸ »κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ« ἀντὶ τοῦ κατέταξέν με εἰς τὸ ἄρχειν τῶν ἔργων αὐτοῦ λέλεκται· διὸ οὐχ ἁπλῶς »ἔκτισέν με« εἴρηται, ἀλλὰ μετὰ προσθήκης τῆς »ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ.«