De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

τοῦτο δὲ μάλιστα παρίστησιν ἡ Ἑβραϊκὴ λέξις. εἰ γοῦν τις ἐξακριβάσαιτο τὸν ἀληθῆ νοῦν τῆς θεοπνεύστου γραφῆς, εὕροι ἂν τὴν Ἑβραϊκὴν ἀνάγνωσιν

77r
οὐ περιέχουσαν τὸ »ἔκτισέν με«, διόπερ
οὐδὲ τῶν λοιπῶν ἑρμηνευτῶν ταύτῃ τις κέχρηται τῇ λέξει. αὐτίκα δ’ οὖν ὁ μὲν Ἀκύλας κύριος ἐκτήσατό με κεφάλαιον τῶν ὁδῶν αὐτοῦ« εἴρηκεν. ὁ δὲ Σύμμαχος »κύριος ἐκτήσατό με ἀρχὴν ὁδῶν αὐτοῦ«, ὁ δὲ Θεοδοτίων »κύριος ἐκτήσατό με ἀρχὴν ὁδοῦ αὐτοῦ«.

καὶ ἔχοι γ’ ἂν λόγον ἡ ἑρμηνεία. τὸ γὰρ κεφάλαιον τῆς τῶν γενητῶν ἁπάντων, ὁρωμένων τε καὶ ἀφανῶν, συστάσεώς τε καὶ σωτηρίας αὐτὸς ἦν, ὃν ἐγέννα μὲν ὁ πατὴρ υἱὸν μονογενῆ, γεννήσας δὲ κατέταττεν σωτῆρα τῶν ὅλων, ἀνακεφαλαιούμενος ἐν αὐτῷ καὶ δι’ αὐτοῦ τὴν διάταξιν τοῦ παντός, ὡς ἐδίδαξεν ὁ θεῖος ἀπόστολος εἰπὼν »ἀνακεφαλαιώσασθαι πάντα ἐν τῷ Χριστῷ, τὰ ἐπὶ τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς«, ὡς μὴ μόνον τὰ σύμπαντα δι’ αὐτοῦ συστῆναι ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι προελθόντα, ἀλλὰ καὶ τῆς τῶν ὅλων διοικήσεως τὴν πρόνοιαν ἀναδέχεσθαι αὐτὸν ἅτε λόγον ὄντα καὶ σοφίαν καὶ ζωὴν παντός τε καλοῦ καὶ ἀγαθοῦ πλήρωμα, ὡς δι’ αὐτοῦ κυβερνᾶσθαι καὶ διασῴζεσθαι τὰ σύμπαντα.

τοῦτο δὲ καὶ διὰ τῶν προτεθέντων λογίων αὐτὸς παρίστη, δι’ ὧν ἔφασκεν δι’ ἐμοῦ βασιλεῖς βασιλεύουσιν, καὶ οἱ δυνάσται γράφουσιν δικαιοσύνην· δι’ ἐμοῦ μεγιστᾶνες μεγαλύνονται, καὶ τύραννοι δι’ ἐμοῦ κρατοῦσι γῆς«.

λόγοις δ’ οὖν ἀρρήτοις τῆς καθόλου σοφίας τε καὶ προνοίας τοῦ υἱοῦ τοῦ θεοῦ τὰ σύμπαντα διοικεῖται. ταῦτ’ οὖν διὰ τῶν προεκτεθέντων ἐδίδασκεν, προὔτρεπέν τε ἔχεσθαι αὐτοῦ φάσκων »ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, | οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσιν«, ἀπέτρεπέν τε τῆς ἐναντίας ὁδοῦ δι’ ὧν ἐπήγαγεν »ἐμίσησα δὲ ἐγὼ διεστραμμένας ὁδοὺς κακῶν«.

καὶ δὴ ταῦτα καὶ τὰ τούτοις ἀδελφὰ ὁ τοῦ θεοῦ υἱὸς (αὐτὸς γὰρ ἦν ἡ σοφία) διαστειλάμενος, ἑξῆς τοῖς δι’ αὐτῶν προωφελημένοις τὴν μυστικὴν περὶ ἑαυτοῦ γνῶσιν παραδίδωσιν λέγων »ἐὰν ἀναγγείλω ὑμῖν τὰ καθ’ ἡμέραν γιγνόμενα, μνημονεύσω τὰ ἐξ αἰῶνος ἀριθμῆσαι«.

εἰ γὰρ μέλλοιμι, φησίν, τὰ ἐφ’ ἑκάστης ἡμέρας ὑπ’ ἐμοῦ πραττόμενα διδάσκειν, ἀνάγκη καὶ τῶν ἐξ ἀρχῆς τοῦ παντὸς αἰῶνος ἔργων ἐμαυτοῦ μνημονεῦσαι καὶ παραστῆσαι ὡς ἐπὶ τούτῳ με ὁ γεννήσας πατὴρ ἄρχειν τῶν ὅλων κατέστησεν, ἐφ’ ᾧ τε ἡγεῖσθαι τῶν ὁδῶν αὐτοῦ καὶ τῶν ὑπ’ αὐτοῦ δι’ ἐμοῦ πεποιημένων ἔργων. διὸ ἀκολούθως ἐπάγει τὸ κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ«, ἢ »κύριος ἐκτήσατό με« κατὰ τὴν ἀποδοθεῖσαν ἑρμηνείαν.

τὸ γὰρ μέγα κτῆμα τοῦ θεοῦ ὁ μονογενὴς υἱὸς ἦν, καθ’ ὃ μὲν ἐξ αὐτοῦ γεγένητο υἱὸς ὢν αὐτοῦ, καθ’ ὃ δὲ τοῖς πᾶσιν

κοινωφελὴς καὶ σωτήριος καθέστηκεν, τὸ μέγιστον καὶ τιμιώτατον κτῆμα τοῦ πατρὸς ὑπάρχων τε καὶ ὠνομασμένος. οὐδὲ γὰρ ἄλλο τι γένοιτ’ ἂν πατρὶ υἱοῦ τιμιώτερον κτῆμα. ἔνθεν καὶ ὁ πρωτόπλαστος Ἀδὰμ ὅτε τὸν ἐν ἀνθρώποις πρῶτον υἱὸν ἐκτήσατο, ἐλέχθη καὶ ἐπ’ ἐκείνῳ ἐκτησάμην ἄνθρωπον διὰ τοῦ θεοῦ«, τῆς Ἑβραϊκῆς φωνῆς ἀντὶ τοῦ »ἐκτησάμην« κ̄ᾱν̄ῑθ̄ε̄ ῑ περιεχούσης·

τὸ δὲ »ἐκτήσατο« κ̄ᾱν̄ᾱ κανα παρ’ Ἑβραίοις ἐκφωνεῖται. οὕτως οὖν ἐπὶ τοῦ Ἀβραὰμ εἴρηται »τὸν ἀγρὸν« »ὃν ἐκτήσατο Ἁβραάμ«, ἀνθ’ οὗ τὸ Ἑβραϊκὸν κ̄ᾱν̄ᾱ περιέχει, τῆς αὐτῆς λέξεως κειμένης παρ’ Ἑβραίοις καὶ ἐν τῷ »κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοὺ« . καὶ ἐνταῦθα γὰρ

77v
κειμένης τῆς κ̄ᾱν̄ᾱ λέξεως, τὸ »ἐκτήσατο« πάντες συμφώνως ἐκδεδώκασιν οἱ ἑρμηνευταί·

τὸ δὲ »ἔκτισεν« παραλέλεκται παρ’ Ἑβραίοις, ὅπερ οὐ κεῖται ἐπὶ τῆς προκειμένης γραφῆς. πλείστη δ’ ἂν γένοιτο τοῦ »ἔκτισεν« καὶ τοῦ »ἐκτήσατο« διαφορὰ τῷ τὴν μὲν κτίσιν κατὰ τὴν κοινοτέραν διάνοιαν τὴν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι πάροδον σημαίνειν, τὴν δὲ κτῆσιν τοῦ προϋπάρχοντος ἰδιάζουσαν οἰκειότητα πρὸς τὸν κτώμενον.

λέγων τοίνυν ὁ υἱὸς τοῦ θεοῦ τὸ »κύριος ἐκτήσατο με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ«, ὁμοῦ καὶ τὴν προΰπαρξιν αὐτοῦ ἐδήλου καὶ τὴν ἰδιάζουσαν πρὸς τὸν πατέρα οἰκειότητα, ὁμοῦ καὶ τὸ χρήσιμον καὶ ἀναγκαῖον τῆς οἰκείας περὶ τὰ πατρῷα ἔργα προνοίας τε καὶ διοικήσεως.