De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

αʹ ὡς διαστρόφως ὁ Μάρκελλος τὰς θείας γραφὰς ἑρμηνεύειν ἐτόλμα. βʹ ὅπως τὸ »κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ« καὶ τὰ τούτῳ συνημμένα νοεῖται, καὶ ὅπως τὰ αὐτὰ Μάρκελλος ἐπὶ τὴν σάρκα τοῦ σωτῆρος μετῆγεν. γʹ ἔλεγχος τῶν οὐκ ὀρθῶς εἰς τοὺς τόπους αὐτῷ λελεγμένων καὶ τῶν αὐτῶν ὑγιὴς ἑρμηνεία. δʹ ὅπως Μάρκελλος, μὴ συνιεὶς τὰς γραφάς, μίαν εἶναι ὡρίζετο ὑπόστασιν πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. εʹ ὅπως ὁ σωτὴρ περὶ τοῦ ἁγίου πνεύματος ἐδίδασκεν. ςʹ ὅπως ἡ ἐκκλησία περὶ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος φρονεῖν παραδίδωσιν. ζʹ ὅπως Μάρκελλος τὴν εἰκόνα τοῦ θεοῦ τοῦ ἀοράτου τὴν σάρκα εἶναι διεβεβαιοῦτο. ηʹ ὅπως ὁ αὐτὸς μηδὲν ὠφελεῖν τὴν σάρκα τοῦ σωτῆρος ἀπεφαίνετο. | θ′ ὅπως καταλειφθήσεσθαι ἐν τῶ τοῦ παντὸς τέλει τὴν σάρκα τοῦ σωτῆρος τοῦ λόγου ἔρημον ἐτόλμα λέγειν. ιʹ ὁποῖα αἱ θεῖαι γραφαὶ περὶ τῆς σαρκὸς τοῦ σωτῆρος διδάσκουσιν, καὶ ὡς τὰ ἐναντία Μάρκελλος ἐφρόνει. ιαʹ ὅπως μὴ νοήσας τὴν εὐαγγελικὴν φωνὴν σκανδαλίζειν ἔφη τὴν σάρκα τοῦ σωτῆρος καὶ μηδὲν ὠφελεῖν. ιβʹ ἑρμηνεία τῆς εὐαγγελικῆς λέξεως. ιγʹ ὅπως τὴν τοῦ Χριστοῦ βασιλείαν ἀρχὴν μὲν εἰληφέναι τὴν ἀπὸ τετρακοσίων ἐτῶν τέλος δὲ ἕξειν ἐν τῇ συντελείᾳ διεβεβαιοῦτο, διαστρόφους ποιούμενος τὰς τῶν θείων γραφῶν ἑρμηνείας. ιδ′ ἐξηγήσεις τῆς ὑγιοῦς διανοίας τῶν ἀναγνωσμάτων. ιεʹ ὅπως εἴρηται τὰ πάντα ὑποταγήσεσθαι τῷ υἱῷ καὶ αὐτὸν τῷ πατρὶ. ιςʹ ὅπως εἴρηται τῷ ἀποστόλῳ τὸ »τότε ἔσται ὁ θεὸς τὰ πάντα ἐν πᾶσιν«. 75ν ιζʹ ὅπως αἱ θεῖαι γραφαὶ τὰ περὶ τῆς τοῦ σωτῆρος ἡμῶν ἀτελευτήτου βασιλείας παριστῶσιν, καὶ ὡς Μάρκελλος γυμνῇ τῇ κεφαλῇ παυθήσεσθαι αὐτοῦ τὴν βασιλείαν ἀπεφαίνετο. ιηʹ ὅπως ἐν τῇ βασιλείᾳ τοῦ υἱοῦ ἓν γενήσονται πάντες οἱ τῆς τότε μακαριότητος ἀξιούμενοι. ιθʹ ὅτι ὥσπερ ὁ πατὴρ καὶ ὁ υἱὸς ἕν εἶναι λέγονται, οὕτω καὶ πάντες ἔσονται οἱ ἅγιοι. κʹ ὅτι ὡς ὁ πατὴρ ἐν τῷ υἱῷ, καὶ ὁ υἱὸς ἐν τῷ πατρί, οὕτω καὶ ἐν τοῖς ἁγίοις ἅπασιν ἔσται. καʹ ὅπως χρὴ νοεῖν τὸ »ὁ ἑωρακὼς ἐμὲ ἑώρακεν τὸν πατέρα«.

Ὁ μὲν οὖν μέγας εὐαγγελιστὴς Ἰωάννης τὴν τοῦ σωτῆρος ἡμῶν θεολογίαν τὸν ἀποδοθέντα τρόπον διαφόρως εὐηγγελίζετο· Μάρκελλος δ’ ὅπως ταύτην ἀρνησάμενος ἐπὶ τὴν Ἰουδαϊκὴν ἐξώκειλεν

ἀπιστίαν. δεδήλωται δι’ ὧν λέλεκται. ὡς δὲ καὶ διαστρόφως τὰς ὁμολογουμένας καὶ σαφεῖς περὶ τοῦ σωτῆρος ἡμῶν παρηρμήνευεν διδασκαλίας, μάθοις ἂν καὶ ἐξ ἑτέρων μὲν πλείστων ὅσων αὐτοῦ διηγήσεων, ἀτὰρ δὴ καὶ ἐκ τῆς οὕτως ἐχούσης. ἐν ταῖς Σολομῶνος Παροιμίαις εἰσάγεται ἡ σοφία αὐτοπροσώπως περὶ ἑαυτῆς ταῦτα διεξερχομένη »ἐγὼ ἡ σοφία κατεσκήνωσα βουλήν,

καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. φόβος κυρίου μισεῖ κακίαν, ὕβριν τε καὶ ὑπερηφανίαν καὶ ὁδοὺς πονηρῶν· ἐμίσησα δὲ ἐγὼ διεστραμμένας ὁδοὺς κακῶν. ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐγὼ σύνεσις, ἐμὴ δὲ ἰσχύς.

δι’ ἐμοῦ βασιλεῖς βασιλεύουσιν, καὶ οἱ δυνάσται γράφουσιν δικαιοσύνην· δι’ ἐμοῦ μεγιστᾶνες μεγαλύνονται, καὶ τύραννοι δι’ ἐμοῦ κρατοῦσι γῆς. ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσιν. πλοῦτος καὶ δόξα μοι ὑπάρχει, καὶ κτῆσις πολλῶν καὶ δικαιοσύνη.

βέλτιον ἐμὲ καρπίζεσθαι ὑπὲρ χρυσίον καὶ λίθον τίμιον, τὰ δὲ ἐμὰ γενήματα κρείσσω ἀργυρίου ἐκλεκτοῦ. ἐν ὁδοῖς δικαιοσύνης περιπατῶ, καὶ ἀνὰ μέσον ὁδῶν δικαιώματος ἀναστρέφομαι, ἵνα μερίσω τοῖς ἐμὲ ἀγαπῶσιν ὕπαρξιν, καὶ τοὺς θησαυροὺς αὐτῶν ἐμπλήσω ἀγαθῶν. ἐὰν ἀναγγείλω ὑμῖν τὰ καθ’ ἡμέραν γιγνόμενα, μνημονεύσω τὰ ἐξ αἰῶνος ἀριθμῆσαι.

κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέν με, ἐν ἀρχῇ πρὸ τοῦ τὴν γῆν ποιῆσαι, πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι, πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων, πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με. κύριος ἐποίησεν χώρας καὶ ἀοικήτους καὶ ἄκρα οἰκούμενα τῆς ὑπ’ οὐρανῶν. | ἡνίκα ἡτοίμαζεν τὸν οὐρανόν, συμπαρήμην αὐτῷ, ἡνίκα ἀφώριζεν τὸν ἑαυτοῦ θρόνον ἐπ’ ἀνέμων. ἡνίκα ἰσχυρὰ ἐποίει τὰ ἄνω νέφη, καὶ ὡς ἀσφαλεῖς ἐτίθει πηγὰς τὰς ὑπ’ οὐρανόν, καὶ ἰσχυρὰ ἐποίει τὰ θεμέλια τῆς γῆς, ἤμην παρ’ αὐτῷ ἁρμόζουσα· ἐγὼ ἤμην ᾗ προσέχαιρεν καθ’ ἡμέραν· ηὐφραινόμην δὲ ἐν προσώπῳ αὐτοῦ ἐν παντὶ καιρῷ· ὅτε ηὐφραίνετο τὴν οἰκουμένην συντελέσας, καὶ ηὐφραίνετο ἐφ’ υἱοῖς ἀνθρώπων«.

ταῦτα μὲν ἐν Παροιμίαις περὶ ἑαυτῆς ἡ σοφία. ὅλα δ’ ἐπίτηδες ἀναγκαίως παρεθέμην, δεικνὺς ὡς ἕν ἐστιν

76r
πρόσωπον τὸλος ἐπί τὴν σάρκαν τοῦ σωτῆρος μετῆγεν. ταῦτα λέγον, οὐδεμιᾶς ἐν τῷ μεταξὺ γενομένης μεταβολῆς τοῦ λέγοντος· δείκνυται τοίνυν ἡ σοφία ταῦτα περὶ ἑαυτῆς διδάσκουσα. κἀνταῦθα δὲ πρῶτον ἐπιτηρητέον ὡς ἀπολύτως σοφία ὠνόμασται· »ἐγὼ«
γάρ φησιν »〈ἡ σοφία〉 κατεσκήνωσα βουλὴν« καὶ οὐκ εἴρηται· σοφία τοῦ θεοῦ. ἀλλ’ ὥσπερ παρὰ τῷ εὐαγγελιστῇ τὸ »ἐν ἀρχῇ ἦν ὁ λόγος« ἀπολύτως ἐγράφετο, καὶ πάλιν »ὁ λόγος ἦν πρὸς τὸν θεόν«, καὶ οὐκ εἴρητο· ὁ λόγος τοῦ θεοῦ, ἵνα μὴ τῶν πρός τι νομίσῃ τις αὐτὸν λέγεσθαι, μηδ’ ὡς συμβεβηκότα ἐν τῷ θεῷ, ἀλλ’ ὡς ὑφεστῶτα καὶ ζῶντα (διὸ ἐπιλέγει »καὶ θεὸς ἦν ὁ λόγος«. οὐκ εἰπών· καὶ θεοῦ ἦν ὁ λόγος), οὕτως καὶ ἐπὶ τῆς σοφίας·

ἓν γὰρ καὶ ταὐτὸν ἦν ὁ θεὸς λόγος καὶ ἡ σοφία. διὸ ἀπολύτως ἐν ταῖς Παροιμίαις ὀνομάζεται, ἔν τε τοῖς προτεθεῖσιν ῥητοῖς, οὐ μὴν ἀλλὰ καὶ δι’ ὧν τοῦτον εἴρηται τὸν τρόπον »μακάριος ἀνὴρ ὃς εὗρεν σοφίαν« καὶ »ὁ θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν« καὶ »εἶπον τὴν σοφίαν σὴν ἀδελφὴν εἶναι« καὶ »σὺ τὴν σοφίαν κήρυξον, ἵνα φρόνησίς σοι ἐπακολουθήσῃ« καὶ »κρείσσων γὰρ σοφία λιθῶν πολυτελῶν« |

καὶ »ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον, καὶ ὑπήρεισεν στύλους ἑπτὰ« καὶ ὅσα ἄλλα τούτοις ἀδελφὰ ἐν τῇ αὐτῇ φέρεται βίβλῳ· δι’ ὧν οὐδαμοῦ σοφία θεοῦ ὠνόμασται, ἀλλὰ ἀδιορίστως ἡ σοφία, ἵνα μὴ σύμβαμά τι νομίσωμεν αὐτὴν εἶναι περὶ τὸν θεόν, ὡς ἐν τῷ ἐπιστήμονι ἀνδρὶ τὴν ἐπιστήμην, ἀλλ’ ὑφεστῶσαν καὶ ζῶσαν σοφίαν, τὴν αὐτὴν οὖσαν τῷ υἱῷ τοῦ θεοῦ.

εἰ δέ τις ἕξιν ἐν τῷ θεῷ σοφὴν καθ’ ὃ νοοῦμεν τὸν θεὸν σοφὸν ὑπολάβοι εἶναι τὴν ἐνταῦθα λεγομένην σοφίαν, ἐπακουσάτω λεγούσης τῆς γραφῆς »εἶπον τὴν σοφίαν σὴν ἀδελφὴν εἶναι«. τίς δ’ ἂν οὕτω μανείη, ὡς τὸν ἐπὶ πάντων θεὸν καὶ τὴν ἐν αὐτῷ σοφὴν ἕξιν ὑπολαβεῖν ἀδελφὴν τῶν ἐν ἀνθρώποις κατορθούντων λέγεσθαι;