De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

τελειωθέντας γὰρ ὑπ’ αὐτῷ τοὺς πάντας ὡσανεὶ φαιδρυνόμενος τῷ κατορθώματι παραδώσει τῷ πατρὶ οἷά τινα παραθήκην ἀποδεδεγμένος· ὃ δὴ διδάσκει λέγων αὐτὸς »πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου«. διὸ ἀκολούθως οἷα φύλαξ ἀγαθὸς σώαν καὶ κατὰ πάντα ἐρρωμένην τὴν παραθήκην φέρων παραδώσει τῷ θεῷ, ἀρχιερέως δίκην τοὺς ὑπ’ αὐτῷ ἱερουμένους πάντας λευχείμονας καὶ ὡσπερεὶ λαμπροτάταις στολαῖς τοῖς τῆς ἀναστάσεως ἀφθάρτοις σώμασιν ἐξαστράπτοντας παριστῶν αὐτῷ, ἵνα μὴ μόνης τῆς ὑπ’ αὐτῷ βασιλείας ἀπολαύωσιν ἀλλὰ καὶ τῶν τοῦ πατρὸς ἀρρήτων ἀγαθῶν ἐμπιπλῶνται.

οὕτω γὰρ ἔσται κατὰ τὸν ἀπόστολον »ὁ θεὸς πάντα ἐν πᾶσιν«, τοῦ υἱοῦ τοὺς βασιλευομένους προσάγοντος αὐτῷ, ἵν’ ὅλον τοῦτο γένηται, λέγω δὲ τὸ »πάντα ἐν πᾶσιν« εἶναι τὸν πατέρα. ὡς γὰρ ἦν πρότερον ἐν τῷ υἱῷ κατὰ τὸ »ὁ πατὴρ ἐν ἐμοὶ κἀγὼ ἐν τῷ πατρί«, οὕτως ἔσται τότε καὶ ἐν πᾶσιν τοῖς ὑπὸ τῷ υἱῷ τελειωθεῖσιν.