De Ecclesiastica Theologia
Eusebius of Caesarea
Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.
οὕτως οὖν ἔσται »πάντα ἐν πᾶσιν«, δηλαδὴ »ἐνοικῶν ἐν αὐτοῖς καὶ ἐμπεριπατῶν ἐν αὐτοῖς« καὶ »θεὸς αὐτῶν« οὐκ ἀπαξιῶν εἶναι λαόν τε αὐτοῦ τοὺς πάντας οἰκειούμενος. οὕτω μὲν οὖν ἔσται ἐν αὐτοῖς ὡς καὶ ἐν αὐτῷ λέγεται εἶναι τῷ υἱῷ, καθὼς διδάσκει λέγων αὐτὸς »ὁ πατὴρ ἐν ἐμοὶ κἀγὼ ἐν τῷ πατρί«. καὶ »πάντα« δὲ ἔσται ἐν αὐτοῖς τῷ πᾶσιν ἑαυτὸν παρέχειν, καθ’ ὃ ἡ ἑκάστου δύναμις χωρεῖ τῆς αὐτοῦ θεότητος μεταλαγχάνειν· τῆς τρισμακαρίας ἐλπίδος καὶ τῆς ἀτελευτήτου καὶ ἀφθάρτου ζωῆς ἐν τούτῳ καταστησομένης τῷ τέλει, ἐν ᾧ ὁ μὲν θεὸς ἔσται »πάντα ἐν πᾶσιν« ταῖς τῆς θεότητος αὐτοῦ μαρμαρυγαῖς ἀλέκτου φωτὸς ἐμπιπλῶν τοὺς πάντας, ὁ δὲ υἱὸς ἐναγαλλόμενος καὶ χαίρων τῷ κατορθώματι στεφάνου δίκην περιθέμενος τοὺς δι’ αὐτοῦ τῆς μακαριότητος ἠξιωμένους ὑπὸ ἐφόρῳ τῷ πατρὶ τὴν ἀγήρω καὶ ἀτελεύτητον διατελέσει βασιλείαν, τῶν περὶ αὐτοῦ λογίων τηνικαῦτα πληρωθησομένων τῶν τε ἄλλων, ἄταρ δὴ καὶ τῶν τοῦ ἀγγέλου Γαβριὴλ πρὸς τὴν παναγίαν παρθένον | εἰρημένων περὶ τοῦ ἐξ αὐτῆς τεχθησομένου, ὡς ἄρα »βασιλεύσει εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος«.
βασιλεύων δὴ τότε ὁ υἱὸς τοῦ θεοῦ τοὺς ὑπ’ αὐτῷ