De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

οὐ γὰρ παύσεσθαι μὲν τῆς βασιλείας τὸν υἱὸν τὸν δὲ θεὸν βασιλεύσειν ἔφη ὁ ἀπόστολος, ἀλλὰ τὸν μὲν υἱὸν »τῷ θεῷ καὶ πατρὶ τὴν βασιλείαν« παραδώσειν, σώαν τὴν παραθήκην καὶ πρὸς τὴν τοῦ πατρὸς λατρείαν τε καὶ ἱερωσύνην ἐπαρκοῦσαν ἐνδεικνύμενον, τὸν δὲ θεὸν ἔσεσθαι »πάντα ἐν πᾶσιν« ὡς θεὸν ἐνοικοῦντα καὶ ἐμπεριπατοῦντα »ἐν αὐτοῖς« καὶ πάντα αὐτοῖς γινόμενον. τῶν μὲν γὰρ ἔσται δεσπότης, τῶν δὲ βασιλεύς, τῶν δὲ ἕτερόν τι· πάντων δὲ ἀθρόως θεός, ταῖς ἐν αὐτῷ θεϊκαῖς ἀρεταῖς τε καὶ δυνάμεσιν τὰ πάντα αὐτοῖς γιγνόμενος. |

τοῦτο τέλος τῆς τρισμακαρίας ἐλπίδος ὑπέγραψεν ὁ μέγας ἀπόστολος εἰπὼν »ίνα ᾖ ὁ θεὸς πάντα ἐν πᾶσιν«. ἀλλ’ ἐν μὲν τοῖς πᾶσιν πάντα ἔσται ἀναλόγως τῇ ἑκάστου δυνάμει τὰς τῆς αὐτοῦ θεότητος διαφόρους ἐπινοίας χορηγῶν τοῖς πᾶσιν, μόνῳ δὲ τῷ μονογενεῖ αὐτοῦ υἱῷ τὴν ἐξαίρετον καὶ πατρικὴν τοῖς τε λοιποῖς ἄπασιν ἀκοινώνητον δόξαν καὶ τιμὴν καὶ βασιλείαν φυλάξει.