De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

τί οὖν; ἐπεὶ μήτε παρὰ Μωσεῖ μήτε παρὰ τοῖς λοιποῖς προφήταις σαφῶς ἐστιν εὑρεῖν τοὺς περὶ τούτων λόγους, ἀπιστητέον τῷ ἀποστόλῳ; ἢ ἐπειδὰν τοῦ τῶν κρειττόνων τάγματος ὁ αὐτὸς πάλιν μνημονεύῃ λέγων τὸν Χριστὸν »ἐν δεξιᾷ« τοῦ θεοῦ καθέζεσθαι »ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως καὶ κυριότητος καὶ παντὸς ὀνόματος ὀνομαζομένου οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ ἀλλὰ καὶ ἐν τῷ μέλλοντι«,

καὶ αὖθις ἐπειδὰν ὀνομάζῃ θρόνους καὶ κυριότητας καὶ ἀρχὰς καὶ ἐξουσίας λέγων »ἐν αὐτῷ γὰρ ἐκτίσθη τὰ πάντα τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε θρόνοι εἴτε κυριότητες εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι«, ἀρ’ οὐ προσήκει ταῦτα παραδέχεσθαι διὰ τὸ μήτε Μωσέα μήτε τοὺς λοιποὺς προφήτας περὶ τούτων προειληφέναι; ἢ ταὐτὸν καὶ περὶ τούτων ἐροῦμεν, ὡς οὐχ οἷοί τε ἦσαν τοὺς περὶ τούτων πιστεύεσθαι λόγους οἱ »σκληροτράχηλοι καὶ ἀπερίτμητοι τῇ καρδίᾳ καὶ τοῖς ὠσίν«; οἷς οὐδὲ περὶ τῆς ἄνω Ἱερουσαλὴμ ἀνεκάλυπτον οἱ τοῦ θεοῦ προφῆται, ὥσπερ οὖν τῇ ἐκκλησίᾳ Χριστοῦ διασαφῶν καὶ τοὺς περὶ ταύτης λόγους ὁ Παῦλος ἐβόα λέγων »ἡ δὲ ἄνω Ἰερουσαλὴμ ἐλευθέρα ἐστίν, ἥτις ἐστὶν μήτηρ ἡμῶν«, καὶ »προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων, πανηγύρει καὶ ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς«.

λεγέτω πρὸς ταῦτα Μάρκελλος, εἰ οἷός τέ ἐστιν ἐκ τῶν παλαιῶν γραμμάτων τὴν τούτων προφέρειν διδασκαλίαν.

εἰ δὲ μὴ εὑρίσκοι, τὴν αἰτίαν ἀποδιδότω δι’ ἣν σεσιώπητο

72v
τοῖς τοῦ θεοῦ προφήταις ταῦτά τε πάντα καὶ ἄλλα τούτοις ἀδελφὰ μυρία, περὶ ὧν ὁ αὐτὸς ἀπόστολος ὑπὲρ ἡμῶν ἐδεῖτο τοῦ θεοῦ, »ἵνα
ἐξισχύσωμεν καταλαβέσθαι σὺν πᾶσιν τοῖς ἁγίοις τί τὸ πλάτος καὶ μῆκος καὶ βάθος καὶ ὕψος, γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ θεοῦ«.

καὶ αὐτὸς δὲ ὁ σωτὴρ ἡμῶν πλεῖστα ὅσα μυστήρια περὶ τῆς βασιλείας τῶν οὐρανῶν περί τε τῆς συντελείας τοῦ παντὸς περί τε τῶν ἐπαγγελιῶν ποτὲ μὲν διὰ παραβολῶν ποτὲ δὲ καὶ ἐν ἀπορρήτοις ἐξέφαινεν τοῖς αὐτοῦ μαθηταῖς, πρὸς οὓς ἔλεγεν »ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τοῦ θεοῦ«. ὧν οὐκ ἂν εὕροι τις τὰ ἴσα παρὰ Μωσεῖ ἢ παρὰ τοῖς λοιποῖς προφήταις.

τί οὖν; ἐπεὶ μὴ τῷ Ἰουδαίων λαῷ παρεδόθη ταῦτα, εἰς ἐπιτήδειον καιρὸν φυλαττόμενα τῇ ἐκκλησίᾳ Χριστοῦ, παρὰ τοῦτο χρῆν ἡμᾶς τὴν δωρηθεῖσαν ἡμῖν χάριν ἀθετεῖν ἢ μειζόνως εὐχαριστεῖν τῷ τῆς τοσαύτης ἡμᾶς καταξιώσαντι γνώσεως; κατὰ τὸν αὐτὸν οὖν τρόπον καὶ τὰς περὶ τοῦ υἱοῦ διδασκαλίας ἐκ τῆς αὐτοῦ καινῆς διαθήκης προσήκοι ἂν ἀπολαμβάνειν, οὐδὲν ξενιζομένους εἰ μὴ τῷ σκληροκαρδίῳ λαῷ τὴν περὶ αὐτοῦ γνῶσιν ἀνεκάλυπτον οἱ τοῦ θεοῦ ἄνθρωποι, εἰς καιρὸν εὔκαιρον τὸν περὶ αὐτοῦ ταμιευόμενοι λόγον.