De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

ταῦτα πάντα Μάρκελλος καὶ ἔτι τούτων πλείονα ἐπὶ ἀρνήσει τοῦ υἱοῦ τοῦ θεοῦ συνεφόρει, δι’ ἀνεπιστημοσύνην οὐ λογισάμενος ὅτι πρὸς τὴν σκληροκαρδίαν τοῦ Ἰουδαίων λαοῦ ἡ τοιαύτη αὐτοῖς παρείχετο διδασκαλία. οὐδὲ γὰρ οἷόν τε ἦν τὸ πνεῦμα τὸ ἅγιον διὰ τῶν προφητῶν τοῦ θεοῦ ἀνθρώποις ἀτελέσιν τὰς φρένας ἐντελῆ παραδοῦναι τὸν τῆς θεοσεβείας λόγον.

οὕτω γοῦν αὐτοῖς καὶ θυσίας ἐπιτελεῖν ἐνομοθέτει καὶ σώματος περιτομὴν καὶ σαββάτου φυλακὴν καὶ τοιωνδὶ βρωμάτων ἀποχὴν καὶ καθάρσια σωμάτων σωματικάς τε εὐλογίας, ναὶ μὴν καὶ γῆς ῥεούσης »γάλα καὶ μέλι« ἀλλ’ οὐ βασιλείας οὐρανῶν ἐπαγγελίας. ὁ δὲ σωτὴρ καὶ κύριος ἡμῶν ἐρωτηθεὶς πῶς Μωσέως προστάξαντος διδόναι βιβλίον ἀποστασίου καὶ ἀπολύειν τὴν ἑαυτοῦ γυναῖκα τὸν βουλόμενον αὐτὸς τἀναντία διατάττοι τὸν λόγον ἀπέδωκεν καθολικὸν φήσας »Μωσῆς πρὸς

72r
τὴν σκληροκαρδίαν ὑμῶν ἔγραψεν· ἀπ’ ἀρχῆς δὲ οὐ γέγονεν οὕτως«.

ταὐτὸν οὖν εἶπεν ἂν καὶ εἴ τις ἤρετο, τί δήποτε θεὸν ἕνα σέβειν παρακελευόμενοι Μωσῆς καὶ οἱ μετ’ αὐτὸν προφῆται οὐκ ἐδίδασκον αὐτοὺς τὴν περὶ τοῦ υἱοῦ γνῶσιν· οὐ γὰρ οἷοί τε ἦσαν οἱ συνεχῶς ἀπαγόμενοι τῇ πολυθέῳ πλάνῃ τὴν εὐαγγελικὴν παραδέχεσθαι χάριν. | διὸ πρὸς τὴν σκληροκαρδίαν αὐτῶν τὴν περὶ ἑνὸς θεοῦ διδασκαλίαν ἐποιοῦντο, τέως παιδαγωγοῦντες αὐτοὺς διὰ τοῦ ἀποτρέπειν μὲν τοῦ πολλοὺς εἶναι νομίζειν θεοὺς ἐπάγειν δὲ ἐπὶ τὴν εἰσαγωγὴν τοῦ ἑνός.

οὕτω δὲ Μωσῆς ἀτελῆ τὴν διδασκαλίαν τοῖς κατ’ αὐτὸν παρεδίδου διὰ τὸ ἀτελὲς αὐτῶν τῆς φρονήσεως, ὡς μηδεμίαν αὐτὸν μνήμην ποιήσασθαι ἀγγέλων κτίσεως ἐν τῷ τῆς κοσμοποιίας λόγῳ, καίτοι τῶν μετὰ ταῦτα προφητῶν οὐ μόνον ἀγγέλων μνημονευσάντων, ἀλλὰ καὶ θείων δυνάμεων καὶ πνευμάτων ἁγίων τῶν τε ὑπερουρανίων θεοῦ λειτουργῶν, περὶ ὧν ὁ Δανιὴλ διδάσκων ἔλεγεν »χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ, καὶ μύριαι μυριάδες παρειστήκεισαν ἔμπροσθεν

αὐτοῦ«.

ἀλλὰ γὰρ τούτων ἁπάντων σιωπῇ παρέδωκε τοὺς λόγους Μωσῆς καίπερ οὐκ ὢν αὐτῶν ἐν ἀγνοίᾳ, πάντων δὲ τὴν ἀκριβῆ γνῶσιν προειληφὼς τῷ θείῳ πνεύματι· πλὴν οὐδαμῶς αὐτῶν ἐν τῇ κοσμοποιίᾳ ὡς πρὸς τοῦ θεοῦ γενομένων ἐποιήσατο μνήμην.

καὶ τούτου τὴν αἰτίαν οὐδ’ ἑτέραν εἴποι ἄν τις ἢ τὴν σκληροκαρδίαν τοῦ λαοῦ γεγενῆσθαι, ὥσπερ οὖν αὐτὸς ἐδίδαξεν ὁ σωτήρ. καὶ ἄλλα δὲ μυρία εἶναι ἐν τῇ τοῦ παντὸς συστάσει μάθοις ἂν ἐκ τῶν τῆς καινῆς διαθήκης ἀναγνωσμάτων οὐδ’ ὅλως ἐν τῇ Μωσέως φερόμενα γραφῇ· οὐκ οὖν ἐμνημόνευσεν ἀρχῶν οὐδ’ ἐξουσιῶν οὐδὲ κοσμοκρατόρων οὐδὲ πνευματικῶν »τῆς πονηρίας«, πρὸς ἃ τὴν πάλην ἡμῖν συνεστάναι φησὶν ὁ θεῖος ἀπόστολος.