De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

οὐ γὰρ ἐδόκει ἐπιτήδειον εἶναι τὸ τηνικαῦτα ὑποσυρομένοις ἀνδράσιν ἐπὶ τὴν πολύθεον πλάνην παραδιδόναι τὸ περὶ πατρὸς καὶ υἱοῦ μυστήριον, οἷς οὐδὲ τοὺς περὶ τῶν ὑποβεβηκυιῶν δυνάμεων ἐξεκάλυπτον λόγους, ὡς ἂν μὴ προφάσει ταύτῃ ἐπὶ τὴν Ἑλληνικὴν καταπέσοιεν πολυθεΐαν, οἳ πατέρα »ἀνδρῶν τε θεῶν τε« τὸν παρ’ αὐτοῖς ἀνεπλάσαντο θεόν.

διόπερ τῆς τοιαύτης αὐτοὺς ἀναστέλλων πλάνης ὁ λόγος τὸν ἕνα θεὸν ἐκήρυττεν, οὐ μὴν πατέρα εἶναι τὸν αὐτὸν ἠρνεῖτο· καὶ τὸν ἀληθῆ δὲ σέβειν ἐδίδασκεν καὶ πλὴν αὐτοῦ μηδένα εἰδέναι παρῄνει, οὐ μὴν ἠρνεῖτο εἶναι αὐτὸν πατέρα. | εἰ δὲ καὶ κύριον καὶ θεὸν αὐτὸν καὶ δίκαιον καὶ σωτῆρα ἀπεκάλει, ἀλλ’ οὐκ ἀπέκλειεν τοῦ καὶ πατέρα εἶναι αὐτὸν ἡγεῖσθαι τοῦ μονογενοῦς αὐτοῦ καὶ ἀγαπητοῦ υἱοῦ εἴτ’ οὖν ὁ πατὴρ λέγοι εἴθ’ ὁ υἱὸς τὸ »ἐγώ εἰμι ὁ ὤν«,

ἀληθεύοι ἂν ἑκατέρως ὁ λόγος. ὅ τε γὰρ πατὴρ »ὁ ὢν« εἴη ἄν, μόνος αὐτὸς ὢν »ἐπὶ πάντων, καὶ διὰ πάντων, καὶ ἐν πᾶσιν θεὸς« ὡς ὁ θεῖος ἐδίδαξεν ἀπόστολος. ὅ τε υἱὸς καὶ αὐτὸς χρηματίζων »ὁ ὢν« ἀληθεύοι ἄν, μόνος ὢν υἱὸς μονογενὴς τοῦ ὄντος· ἀλλὰ καὶ εἰκὼν τοῦ ἀοράτου θεοῦ ὑπάρχων κατὰ τοῦτο εἴη ἂν αὐτοῦ εἰκών, καθ’ ὃ μόνος ἦν αὐτὸς »ὁ ὤν«· διὸ καὶ αὐτὸς χρηματίζοι ἂν »ὁ ὤν«, ἐπεὶ

καὶ θεὸς καὶ κύριος ὁμοίως τῷ πατρὶ καὶ αὐτὸς διὰ πάσης ἀνηγόρευται τῆς θεοπνεύστου γραφῆς.

τοῦτο δέ ἐστιν καὶ ἐκ τοῦ πρὸς τὸν Μωσέα χρηματισμοῦ γνῶναι λέγει δ’ οὖν ἡ γραφὴ »ἐλάλησεν δὲ ὁ θεὸς πρὸς Μωσῆν καὶ εἶπεν πρὸς αὐτόν· ἐγὼ κύριος· καὶ ὤφθην πρὸς Ἀβραὰμ καὶ πρὸς Ἰσσὰκ καὶ πρὸς Ἰακώβ, θεὸς ὢν αὐτῶν«. ὁρᾷς ὅπως ὦφθαι ἑαυτὸν τοῖς πατράσιν ἔφη. πότε δὲ ὤφθη, πάλιν ἡ γραφὴ μαρτυρεῖ λέγουσα »ὤφθη δὲ κύριος ὁ θεὸς τῷ Ἀβραὰμ πρὸς τῇ δρυῒ τῇ Μαμβρῆ, καθημένου αὐτοῦ πρὸς τῇ θύρᾳ«. πῶς δὲ ὤφθη ἄλλ’ ἐν σχήματι ἀνθρωπίνῳ; τίνα δὲ χρῆν πιστεύειν εἶναι τοῦτον ἢ τὸν υἱὸν τοῦ θεοῦ; ὃ δὴ καὶ αὐτὸς ἐν Εὐαγγελίοις παρίστη λέγων πρὸς τοὺς Ἰουδαίους »Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν, καὶ εἶδεν καὶ ἐχάρης«·

ὅτε καὶ θαυμασάντων ἐπὶ τῷ λόγῳ προσέθηκεν τὸ »πρὶν Ἀβραὰμ γενέσθαι ἐγώ εἰμιι«, τὴν προΰπαρξιν ἑαυτοῦ παριστὰς λευκότατα. τί δὴ οὖν

73r
συνίστησιν ὁ λόγος ἢ αὐτὸν εἶναι τὸν υἱὸν τοῦ θεοῦ τὸν χρηματίσαντα τῷ Μωσεῖ καὶ εἰρηκότα »ἐγώ εἰμι ὁ ὤν«; αὐτὸς γὰρ τῷ Ἀβραὰμ ὦφθαι ἑαυτὸν ἐδίδαξεν. ὅπως δὲ ἦν αὐτὸς »ὁ ὤν«, εἴρηται.

καὶ ὁ μέγας δὲ ἀπόστολος Παῦλος οἶδεν τὸν υἱὸν τοῦ θεοῦ μεσίτην γενόμενον τῆς διὰ Μωσέως νομοθεσίας, ἐν οἷς διδάσκει λέγων »ὁ νόμος διαταγεὶς δι’ ἀγγέλων, ἐν χειρὶ μεσίτου. ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν«. | οὐκοῦν ὁ χρηματίσας τῷ Μωσεῖ ὁ μεσίτης ἦν, ἐξ ἐκείνου μεσιτεύων τῇ τῶν ἀνθρώπων σωτηρίᾳ, πρὶν ἢ τὴν σάρκα ἀναλαβεῖν.