De Ecclesiastica Theologia
Eusebius of Caesarea
Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.
τοῦτον δὲ εἶναι Ἰησοῦν Χριστὸν ὁ αὐτὸς ἀπόστολος παρέστησε φήσας »εἷς θεός, εἷς καὶ μεσίτης θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Ἰησοῦς Χριστός«. εἴτ’ οὖν ἐξ αὐτοῦ 〈τοῦ〉 προσώπου λέγοιτο παρὰ Μωσεῖ τὸ »ἐγώ εἰμι ὁ ὤν«, εἴθ’ ὁ πατὴρ ἦν ὁ δι’ αὐτοῦ ταύτην προϊέμενος τὴν φωνήν, ἑκατέρως ἀληθεύοι ἂν ὁ λόγος.
μὴ δὴ οὖν ἀπορείτω Μάρκελλος συλλογισμῷ χρώμενος, ὡς οἴεται, ἀφύκτῳ, δι’ οὗ φησὶν
(Nr. 57) τίνα τοίνυν τὸν »ἐγώ εἰμι ὁ ὢν« λέγοντα Ἀστέριος εἶναι οἴεται, τὸν υἱὸν ἢ τὸν πατέρα;εἶθ’ ἑξῆς συνάγων, ὡς εἰ μὲν ὁ πατὴρ εἴη ὁ ὤν, οὐκέτ’ ἔσται ὁ υἱὸς θεός·
(Nr. 58) ὅτι κατὰ ἀντιδιαστολὴν τοῦ μὴ ὄντος ὁ ὢν ἑαυτὸν εἶναί φησιν. εἰ δὲ τὸν υἱὸν ὑποστάσει διῃρημένον τοῦτο φάσκοι λέγειν τὸ »ἐγώ εἰμι ὁ ὤν«, ταὐτὸν αὖθις περὶ τοῦ πατρὸς λέγειν νομισθήσεται· ἑκάτερον δὲ τούτων ἀσεβές.
ταῦτα δὲ λέγων [ὁ] αὐτὸς ἑκατέρῳ περιπέπτωκεν 〈τῷ〉 ἀτόπῳ, ἕνα μὲν ὁριζόμενος εἶναι τὸν ὄντα, θάτερον δὲ ἀρνούμενος. καὶ τίνα τοῦτον αὐτὸς ἂν εἰδείη. ἢ γὰρ τὸν πατέρα δοὺς τὸν υἱὸν ἀρνήσεται, ἢ τὸν υἱὸν μόνον παραδεξάμενος ἀθετήσει τὸν πατέρα· μᾶλλον δὲ οὔτε πατέρα οὔτε υἱὸν εἰδὼς ἐλεγχθήσεται, ἕνα μόνον διδοὺς τὸν δ’ ἕτερον ἐκποδὼν μεθιστάς. κἂν ἀκούῃ δὲ λέγοντος τοῦ θεοῦ »ἐγὼ κύριος ὁ θεός σου, ὁ ἐξαγαγών σε ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλείας.
οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ«, πάλιν κἀνταῦθα μὴ ταραττέσθω τὴν ψυχὴν ἀλλὰ καὶ τῶν ἑξῆς συνημμένων ἀκουέτω· εἰπὼν γὰρ » οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ«, ἐπήγαγεν »οὐ ποιήσεις σεαυτῷ εἴδωλον οὐδὲ παντὸς ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ ἄνω καὶ ὅσα ἐν τῇ γῇ κάτω καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς. οὐ προσκυνήσεις αὐτοῖς οὐδὲ μὴ λατρεύσεις αὐτοῖς· ἐγὼ γάρ εἰμι κύριος ὁ θεός σου, κύριος ζηλωτής«.
ὁρᾷς ὅπως διεστέλλετο μὴ τῇ τῶν ἐθνῶν πολυθέῳ πλάνῃ συναπάγεσθαι, μόνον δὲ αὐτὸν εἰδέναι θεὸν καὶ κύριον. τίς δ’ ἦν οὗτος; ὁ υἱὸς τὴν εἰκόνα τοῦ πατρὸς ἔχων ἐν ἑαυτῷ ἐξ αὐθεντείας τε αὐτοῦ τοῖς εἰδωλολατρείαν νοσοῦσιν ταῦτα διαταττόμενος. ὡς γὰρ »πάντα δι’ αὐτοῦ ἐγένετο«, τοῦ πατρὸς διὰ τοῦ σωτῆρος τὴν τῶν γενητῶν ἁπάντων οὐσίαν ὑποστησαμένου, | οὕτως αὐτὸς ἦν ὁ πατὴρ τὴν εἰς αὐτὸν γνῶσίν τε καὶ εὐσέβειαν διὰ μεσίτου τοῦ υἱοῦ παραδιδοὺς ἀνθρώποις.
τοῦτο δὲ καὶ ὁ ἀπόστολος αὐτοῖς ῥήμασιν Γαλάταις γράφων ἐδίδασκεν, δι’ ὧν ἔφη »ὁ νόμος διαταγεὶς δι’ ἀγγέλων, ἐν χειρὶ μεσίτου. ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν, ὁ δὲ θεὸς εἷς ἐστιν«.