De Ecclesiastica Theologia
Eusebius of Caesarea
Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.
εἰ δὲ δέοιτο καὶ ἑτέρας μαρτυρίας, αὖθις τὸν αὐτὸν αὐτῷ παρέξομαι προφήτην λέγοντα »ἐγὼ πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα. καὶ πλὴν ἐμοῦ οὐκ ἔστιν θεός«. εἰ ὑποστάσει διῃρημένον τὸν υἱὸν τοῦ πατρὸς ὡς υἱὸν ἀνθρώπου Ἀστέριος εἶναι οἴεται. ἀπὸ τῆς ἀνθρωπίνης σαρκὸς ἣν δι’ ἡμᾶς ἀνέλαβεν σκανδαλιζόμενος. δεικνύτω ἡμῖν τὸν ταῦτα λέγοντα·
ἑνὸς γάρ ἐστιν κἀνταῦθα προσώπου ἡ λεγομένη ῥῆσις. τίς οὖν ἔστιν ὁ λέγων »οὐκ ἔστιν πλὴν ἐμοῦ θεός«; ἀκουέτω δὲ καὶ ἑτέρας προφητείας λεγούσης »οὐκ ἔστιν πλὴν ἐμοῦ δίκαιος καὶ σωτήρ«. εἰ δύο θεοὺς εἶναι νομίζοι, ἀνάγκη αὐτὸν τὸν ἕτερον μὴ δίκαιον ὁμολογεῖν εἶναι μηδὲ σωτῆρα. εἰ δὲ οὐ δίκαιος οὐδὲ σωτήρ, πῶς ἔτι θεὸς εἶναι δύναται; ἕνα γὰρ ἀποφαίνεται δίκαιον καὶ σωτῆρα εἶναι. καὶ αὖθις »ἔμπροσθέν μου« φησὶν »οὐκ ἐγένετο ἄλλος, καὶ μετ’ ἐμὲ οὐκ ἔσται, ἐγὼ θεός, καὶ οὐκ ἔσται παρὲξ ἐμοῦ σῴζων«.
εἰ δὲ βούλεται καὶ ἑτέρου προφητικοῦ ἀκοῦσαι ῥητοῦ, τάχα που πρὸς αὐτὸν καὶ τοὺς ὁμοίως περὶ θεότητος αὐτῷ διακειμένους λεχθέν〈τος〉, ἀκουέτω αὐτοῦ Ἡσαΐου λέγοντος »μετανοήσατε, οἱ πλανώμενοι, ἐπιστρέψατε τῇ καρδίᾳ, καὶ μνήσθητε τὰ πρότερα ἀπὸ τοῦ αἰῶνος, ὅτι ἐγὼ ὁ θεὸς καὶ οὐκ ἔστιν πλὴν ἐμοῦ«.
οὐκ εἶπεν· ἐγὼ θεός, ἵνα καὶ διὰ τῆς τοῦ ἄρθρου προσθήκης ἕνα θεὸν ὄντα σαφῶς ἐπιδείξῃ. τί δὲ καὶ Ὡσηὲ ὁ προφήτης; οὐ καὶ αὐτὸς τὰ αὐτὰ μαρτυρεῖ, »ἐγὼ ἀνήγαγόν σε ἐξ Αἰγύπτου.« λέγων »καὶ θεὸν πλὴν ἐμοῦ οὐ γνώσῃ, καὶ σῴζων οὐκ ἔστιν παρὲξ ἐμοῦ«; αὖθις τε ὁ Μαλαχίας »οὐχὶ θεὸς εἷς
ἔκτισεν ὑμᾶς;« φησὶν »οὐχὶ πατὴρ εἷς πάντων ὑμῶν«; ἀλλὰ τὸν Δαυὶδ φήσει που Ἀστέριος μηδὲν εἰρηκέναι περὶ τούτου, καίτοι πρεσβύτατον παρὰ Μωσέα τῶν ἄλλων προφητῶν ὄντα, καὶ διὰ τοῦτο ἀμφιγνοεῖν, εἴτε δύο θεοὺς |ὑποστάσει διῃρημένους νομίζειν εἶναι προσήκει εἴτε καὶ μή. οὐκοῦν ἵνα μὴ τοῦτο λέγῃ, ἀκόλουθον ἡγοῦμαι καὶ αὐτὸν ἐπιδεῖξαι αὐτῷ τὰ αὐτὰ τοῖς προειρημένοις ἁγίοις λέγοντα· »ἄκουσον,« φησὶν »λαός μου, καὶ λαλήσω σοι· Ἰσραήλ, καὶ διαμαρτύρομαί σοι. ἐὰν ἀκούσῃς μου, οὐκ ἔσται ἐν σοὶ θεὸς πρόσφατος, οὐδὲ προσκυνήσεις θεῷ ἀλλοτρίῳ.
ἐγὼ γάρ εἰμι κύριος ὁ θεός σου«. ὁ αὑτὸν ἐπιδεικνὺς καὶ λέγων »ἐγώ εἰμι«. οὐ δῆλός ἐστιν ἕνα θεὸν μόνον εἶναι λέγων, τουτέστιν ἑαυτόν;