De Ecclesiastica Theologia
Eusebius of Caesarea
Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.
αὔθίς τε ὁμοίως ἡ γραφὴ λέγει »καὶ ἐλάλησεν κύριος πάντας τοὺς λόγους τούτους λέγων· ἐγὼ κύριος ὁ θεός σου, ὁ ἐξαγαγών σε ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλείας. οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ«· ἀκούεις ὅπως διὰ τῆς ἀντωνυμίας ἕνα εἶναι θεὸν μόνον ἀποφαίνεται.
καὶ αὖθις μικρὸν ὕστερον »ἐγώ εἰμι κύριος ὁ θεός σου« φησίν, ἑαυτὸν κύριον καὶ θεὸν εἶναι λέγων. τί δὲ καὶ δι’ ἑτέρας γραφῆς μανθάνομεν; »καὶ γνώσῃ σήμερον« φησὶν »καὶ οὐ διαστραφήσῃ τῇ διανοίᾳ, ὅτι κύριος ὁ θεός σου, οὗτος θεὸς ἐν τῷ οὐρανῷ ‹ἄνω› καὶ ἐπὶ τῆς γῆς κάτω, καὶ οὐκ ἔστι πλὴν αὐτοῦ«. καὶ αὖθις ἐν τῷ αὐτῷ Δευτερονομίῳ »ἄκουε, Ἰσραήλ·« φησὶν »κύριος ὁ θεὸς ἡμῶν κύριος εἷς ἐστιν· καὶ ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης καρδίας σου καὶ ἐξ ὅλης ψυχῆς σου καὶ ἐξ ὅλης διανοίας«.
καὶ πάλιν ἐν τῷ αὐτῷ »ἴδετε ἴδετε ὅτι ἐγώ εἰμι, καὶ οὐκ ἔστιν θεὸς πλὴν ἐμοῦ· ἐγὼ ἀποκτενῶ καὶ ζῆν ποιήσω· πατάξω καὶ ἰάσομαι«. πῶς οὖν Ἀστέριος ταῖς ἁγίαις γραφαῖς ἀπλῶς καὶ ἐμφόβως ἀκολουθεῖν προσποιούμενος οὐκ ἔγνω τὸ μέρος τοῦτο λέγον »κύριος ὁ θεός σου, οὗτος θεὸς ἐν τῷ οὐρανῷ ‹ἄνω› καὶ ἐπὶ τῆς γῆς κάτω, καὶ οὐκ ἔστιν ἔτι πλὴν αὐτοῦ«, καὶ ὅτι »εἷς ἐστιν« καὶ πλὴν αὐτοῦ ἕτερος »οὐκ ἔστιν«;
καὶ μεθ’ ἕτερα τούτοις αὖθις προστίθησιν λέγων
(Nr. 68) πῶς οὖν ὁ ἱερὸς προφήτης Ἱερεμίας οὐ φανερῶς αὐτὸν ἑτεροδιδασκαλοῦντα ἐλέγξει; τὰ γὰρ κατὰ τὸν σωτῆρα ἡμῖν προφητεύων οὕτως ἔφη »οὗτος ὁ θεὸς ‹ἡμῶν›, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. ἐξεῦρεν πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ ἔδωκεν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ’ αὐτοῦ. μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη«.
καὶ πάλιν προστίθησιν λέγων
(Nr. 50) ἀλλ’ ἔοικεν ἐν τῷ λόγῳ ὁ πατὴρ εἶναι, κἂν Ἀστερίῳ μὴ δοκῇ καὶ τοῖς τὰ αὐτὰ ἐκείνῳ φρονοῦσιν. δοκεῖ γὰρ τοῦτο τῷ θεσπεσίῳ προφήτῃ Ἡσαΐᾳ, τῷ δι’ ἁγίου λέγοντι πνεύματος »καὶ προσκυνήσουσιν σοι, | καὶ ἐν σοὶ προσεύξονται· ὅτι ἐν σοὶ ὁ θεός, καὶ οὐκ ἔστιν ἄλλος πλήν σου. σὺ γὰρ εἶ ὁ θεός.« ὁρᾷς ὅπως πρόρριζον ἀνατρέπει τὴν τῶν ἑτεροδιδασκαλούντων ἔντεχνον κακουργίαν;
καὶ αὖθις ἐπιλέγει
(Nr. 67) εἰ δὲ καὶ βούλει καὶ ἑτέρας ἀκοῦσαι τοῦ αὐτοῦ προφητείας ἕνα ἡμῖν θεὸν βεβαιούσης, »ἐγὼ θεὸς« φησὶν »πρῶτος, καὶ εἰς τὰ ἐπερχόμενα ἐγώ εἰμι«· τὸ γὰρ ἐγὼ ἑνὸς προσώπου δεικτικόν ἐστιν. αἱ γὰρ δύο ῥήσεις ἓν ἡμῖν πρόσωπον σημαίνουσιν. »ἐγὼ« γὰρ εἰπὼν ἐπάγει καὶ τὸ »εἰμί«, ὥστε διὰ τῶν δύο71vτοῦ λόγου μερῶν ἀντωνυμίας τε καὶ ῥήματος, τὴν τῆς θεότητος μαρτυρεῖσθαι μονάδα.