De Ecclesiastica Theologia

Eusebius of Caesarea

Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.

ταῦτα Μάρκελλος εἰπὼν ἑξῆς πλείους συνάγει γραφὰς ἀπὸ τῆς παλαιᾶς διαθήκης εἰς ἀπόδειξιν τοῦ μὴ ὑπάρχειν υἱὸν τῷ θεῷ.

μονάδα γοῦν εἶναι ἀδιαίρετον τὸν θεὸν φάσκων, ‹τὸν› αὐτὸν εἶναι πατέρα καὶ τὸν αὐτὸν εἶναι υἱὸν παρίστη, γράφων τοῦτον τὸν τρόπον

(Nr. 68) τί οὖν; εἰ μὴ τῷ πνεύματι προσέχοντες δυνάμει ἀδιαίρετον τὴν μονάδα εἶναι νομίζοιμεν, ἆρα οὐχ ἁμαρτησόμεθα, σαφῶς τοῦ λόγου διδάσκοντος ἡμᾶς »κύριον τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις«.

τὸ αὐτὸ δὲ καὶ διὰ τοῦ κατὰ Μᾶρκον Εὐαγγελίου κηρύττει· ἑνὸς γάρ τινος γραμματέως προσελθόντος αὐτῷ καὶ πυνθανομένου, τίς εἴη πρώτη τῶν ἐντολῶν, ἀπεκρίνατο πρὸς αὐτὸν οὕτως εἰπὼν »πάντων πρῶτον· ἄκουε, Ἰσραήλ. κύριος ὁ θεὸς ἡμῶν κύριος εἷς ἐστιν, καὶ ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς ἰσχύος σου.
71r
αὕτη πρώτη· καὶ δευτέρα ὁμοία ταύτῃ· ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.

μείζων τούτων ἄλλη ἐντολὴ οὐκ ἔστιν. καὶ εἶπεν αὐτῷ ὁ γραμματεύς· καλῶς, διδάσκαλε, ἐπ’ ἀληθείας εἶπας ὅτι εἷς ἐστιν ὁ θεὸς καὶ οὐκ ἔστιν πλὴν αὐτοῦ«.

ἀλλ’ ὁ μὲν γραμματεὺς διὰ τοῦ νόμου τὴν θεοσέβειαν μεμαθηκέναι δοκῶν, ἐπαινῶν τὸ τοῦ σωτῆρος ῥητὸν φαίνεται »ἄκουε, Ἰσραήλ«, λέγοντος »κύριος ὁ θεός σου εἷς ἐστιν« καὶ ὅρκῳ καλῶς εἰρῆσθαι πιστούμενος· »ἐπ’ ἀληθείας« γάρ φησιν »εἶπας ὅτι εἷς ἐστιν ὁ θεὸς καὶ οὐκ ἔστιν ἄλλος πλὴν αὐτοῦ«. οἱ δὲ τὰ τῆς νέας διαθήκης αὐχοῦντες εἰδέναι μυστήρια, οὗτοι καὶ δεύτερον ἀναπλάττειν θεὸν βούλονται ὑποστάσει καὶ δυνάμει χωριζόμενον τοῦ πατρός. |

τούτοις προστίθησιν κατασκευάζων ὅτι εἷς ἐστιν ὁ θεὸς καὶ ὅτι μή ἐστιν υἱὸς διὰ τούτων

(Nr. 68) ὅτι δὲ τὴν μονάδα κύριον καὶ θεὸν οἶδεν καλεῖν ἡ θεία γραφή, ἤδη καὶ ἐκ τῶν προειρημένων δῆλον γέγονεν, δι’ ὧν πρὸς τὸν ἑαυτοῦ θεράποντα Μωσέα ὁ θεὸς ἔφη »εἶπεν δὲ ὁ θεὸς πάλιν πρὸς Μωσέα· οὕτως ἐρεῖς τοῖς υἱοῖς Ἰσραήλ· κύριος ὁ θεὸς τῶν πατέρων ὑμῶν, ὁ θεὸς Ἀβραὰμ καὶ ὁ θεὸς Ἰσαὰκ καὶ ὁ θεὸς Ἰακώβ, ἀπέσταλκέν με πρὸς ὑμᾶς«. ὁρᾷς ὅπως ἓν ἐπιδεικνὺς ἡμῖν ἐνταῦθα πρόσωπον τὸ αὐτὸ κύριον καὶ θεὸν προσαγορεύει.