De Ecclesiastica Theologia
Eusebius of Caesarea
Eusebius Werke, Volume 4. Klostermann, Erich, editor. Leipzig: J. C. Hinrichs, 1906.
ἢ γὰρ καὶ θεοῦ ἦν ὁ λόγος ἐχρῆν εἰπεῖν ἢ ὁ θεὸς ἦν ὁ λόγος, μετὰ προσθήκης τοῦ ἄρθρου, εἰ τῇ Μαρκέλλου διανοίᾳ σύμφωνον τὴν γραφὴν ἐποιεῖτο. νυνὶ δὲ καὶ αὐτὸν τὸν λόγον θεὸν εἶναι παρίστη, ὁμοίως τῷ πρὸς ὃν ἦν θεῷ· προειπὼν γὰρ »καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν«, ἐπάγει λέγων »καὶ θεὸς ἦν ὁ λόγος«, μονονουχὶ σαφέστερον ἡμᾶς διδάσκων πρῶτον μὲν ἡγεῖσθαι θεὸν τὸν ἐπέκεινα τῶν ὅλων αὐτὸν τὸν τοῦ λόγου πατέρα, πρὸς ὃν ἦν ὁ λόγος, ἔπειτα μετ’ αὐτὸν μὴ ἀγνοεῖν ὡς καὶ ὁ λόγος αὐτοῦ ὁ μονογενὴς υἱός, οὐχὶ αὐτὸς ἦν ὁ ἐπὶ πάντων θεός, ἀλλ’ ὅτι καὶ αὐτὸς θεὸς ἦν.
ὁ γὰρ »καὶ« σύνδεσμος τῷ πατρὶ συνάπτει τὴν θεότητα τοῦ υἱοῦ. διό φησιν »καὶ θεὸς ἦν ὁ λόγος«, ἵν’ ἴδωμεν θεὸν τὸν ἐπὶ πάντων πρὸς ὃν ἦν ὁ λόγος. καὶ θεὸν αὐτὸν τὸν λόγον ἄκουε, ὡς εἰκόνα τοῦ θεοῦ, καὶ εἰκόνα οὐχ ὡς ἐν ἀψύχῳ ὕλῃ, ἀλλ’ ὡς ἐν υἱῷ ζῶντι καὶ ἀκριβέστατα πρὸς τὴν ἀρχέτυπον θεότητα τοῦ πατρὸς ἀφωμοιωμένῳ.